Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

κεκραμένης πρὸς ὑγίειαν καλῶς; Τίς οὖν ὑμῖν γένοιτο ψυχῆς ἰατρός; καὶ ποῖα τὰ φάρμακα; καὶ πρὸ τῆς διαίτης αὐτὸς τρόπος; Ἐγὼ μὲν ὑπὸ φιλίας πρὸς τὰ ἀρχαῖα πάντα οὐ διαιρῶ τὰς τέχνας, πείθομαι δὲ τοῖς ποιηταῖς, ὅτι ἦν ἐν Πηλίῳ ἀνὴρ ἰατρικός· Χείρωνα αὐτὸν καλοῦσιν, ἡ δὲ τέχνη τῷ Χείρωνι ἦν τείνουσα ἐφʼ ἑκάτερα·

καὶ γὰρ τὸ σῶμα ἐξεπόνει τῶν προσιόντων αὐτῷ εἰς τὸ ἀκρότατον τοῦ ὑγιεινοῦ θήραις καὶ ὀρειβασίαις καὶ δρόμοις καὶ εὐναῖς ἐπὶ στιβάδων καὶ σιτίοις ἐξ ἄγρας καὶ πώμασιν ἐκ ναμάτων·