Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

ὅτι ‘φύσεως δεῖ πρῶτον χρηστῆς, ὥσπερ κρηπῖδος ἀνισταμένῳ τειχίῳ· καὶ μετὰ τοῦτο τροφῆς καὶ ἔθους πρὸς σωτηρίαν τῆς φύσεως· ὑφʼ ὧν φιλία τῇ ψυχῇ ἐγγίγνεται πρὸς τὰ καλὰ πάντα, συντρεφομένη τοῖς χρόνοις, καὶ συνθέουσα ταῖς ἡλικίαις· ἐπὶ δὲ τούτοις [*](118a)προσελθεῖν δεῖ τέχνην ἐπισφραγιζομένην βεβαιότητι τὰ τῶν παθῶν μέτρα.ʼ

Οὕτω γίγνεται εὐδαίμων ψυχή, καὶ βίος ὑγιής, καὶ δόξαι ὀρθαί, ὑπὸ ἁρμονίας καὶ κράσεως συνταττόμεναι