Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Εἰ δʼ οἱ μὲν λόγοι σαφεῖς καὶ πρόχειροι, καὶ μεστὰ πάντα διδασκάλων καὶ μαθημάτων, ἀντιτυπεῖ δὲ ἔν δοθεν ταῖς τῶν λόγων ὁδοῖς παθήματα χαλεπὰ καὶ ἄγρια, καὶ ἐθισμοὶ φαῦλοι, καὶ ἀσκήσεις ἄδικοι, καὶ ἐπιθυμίαι ἀλλόκοτοι, καὶ τροφαὶ πονηροί, ἐνθυμητέον,

ὅτι ‘φύσεως δεῖ πρῶτον χρηστῆς, ὥσπερ κρηπῖδος ἀνισταμένῳ τειχίῳ· καὶ μετὰ τοῦτο τροφῆς καὶ ἔθους πρὸς σωτηρίαν τῆς φύσεως· ὑφʼ ὧν φιλία τῇ ψυχῇ ἐγγίγνεται πρὸς τὰ καλὰ πάντα, συντρεφομένη τοῖς χρόνοις, καὶ συνθέουσα ταῖς ἡλικίαις· ἐπὶ δὲ τούτοις [*](118a)προσελθεῖν δεῖ τέχνην ἐπισφραγιζομένην βεβαιότητι τὰ τῶν παθῶν μέτρα.ʼ

Οὕτω γίγνεται εὐδαίμων ψυχή, καὶ βίος ὑγιής, καὶ δόξαι ὀρθαί, ὑπὸ ἁρμονίας καὶ κράσεως συνταττόμεναι

Ταῦτα νομοθετεῖ θεός, ταῦτα ἀποφαίνει ἄνδρα ἀγαθόν· ἀγωγὴ παθῶν ὑπὸ τοῦ λόγου, καὶ πειθαρχία πρὸς ἐπιστήμην ἑκούσιος· μοχθηρία δὲ χρῆμα ἀκούσιον, ὑφʼ ἡδονῆς ἑλκόμενον.

[*](2 ἀγορὰ πρόκειται, ὤνιον τὸ χρῆμα = or. 5. 7 d cf. Plut. aud. poet. 6 καθάπερ ὤνιον εὐθὺς ἀργυρίου τὴν ἀρετὴν ἔχοντας 3. 4 μεστὰ πάντα διδασκάλων vi. or. 1. 8 a vi etiam or. 23. 6 b 26. 2 g; 35.3 b al || 8 φύσεως . . τροφῆς . ἔθους vi or. 10. 4 d et quae ibi composui | ὥσπερ κρηπῖδος sq. or. 1. 5 d || 13 τέχνην vel λόγον vi. or. 10. 4 d vel ἔρωτα vi or. 1. 5 e || 15 δόξαι ὀρθαί vi. or. 24. 3 h βιοτεῦον sq. || 18 πειθαρχία . . ἑκούσιος, μοχθη- ρία δὲ . . ἀκούσιον cf. Albin. 31 Apul. dogm. Plat. lI 11 Hipp. (Diels 569. 20) Senec. de ira l 14 Epict. diss. l 26. 6 τί δοκεῖς; ὅτι θέλων περιπίπτω κακῷ sq)[*](3 λόγοιαφεῖς (suprascr. σ) R! || 4 διδασκαλιῶν Markl. | ἀν- τικτυπεῖ Markl. || 4. 5 ἔνδοθεν (δο in ras.) ! || 5 ταῖς] τοῖς Meiser | δδοῖς] ᾠδαῖς Clericus (silv. philol. II 166) ῥόθοις Meiser 11 ἐγγίγνεται RH γίγνεται cett. (δ) | τὰ καλὰ RH (pr. man. ) τὰ ἴδια καλὰ cett. (δ) | συστρεφομένη Ϛ(δ Δο) corr. Markl || 14 τὰ τῶν om. M τῶν om. ϛ(δ Δ0) || 17 ἀγωγὸν ϛ(δ) || 19 χρῆμα RH πρᾶγμα cett. (δ))
332
[*](κη')

Πῶς ἄν τις ἄλυπος εἴη.

Πῶς ἄν τις ἀλυπίαν τῇ ψυχῇ περιποιήσαιτο; ἢ δεῖ κἀνταῦθα ἰατροῦ, καθάπερ ἐν ταῖς τοῦ σώματος ὀδύναις, καὶ πρὸς τῷ ἰατρῷ φαρμάκων τινῶν, καὶ διαίτης