Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ἀλλʼ ὁρῶ τὸ πρόχειρον δὴ τοῦτο. Ὁ θεὸς οἰκονομεῖ τὸ πᾶν τοῦτο | καλῶς καὶ τεχνικῶς καὶ ἐπιστημόνως· [*](117 b) τί δὲ οὐ μέλλει; Τί οὖν μᾶλλον ἡ ἐπιστήμη,

ἢ ἀρετή; εἰ μὲν γὰρ τὴν ἐπιστήμην τοῦ θεοῦ ἀρετὴν καλῇς, οὐ νεμεσῶ τῶν ὀνομάτων· οὐ γάρ ἐστιν θεῷ, καθάπερ ἀνθρώπῳ, τῆς ψυχῆς τὸ μὲν ἄρχον, τὸ δὲ ἀρχόμενον· ἀλλʼ ἀπλοῦν τὸ θεῖον, αὐτὸ ὅ, τι περ νοῦς καὶ ἐπιστήμη καὶ λόγος.

Εἰ δὲ ἐν τῇ κράσει τοῦ [*](Ed. Deubn. p. 134)κρείττονος πρὸς τὸ χεῖ ρον, τὸ τοῦ ἀρχομένου ὄνομα μετατίθης πρὸς τὸ κρεῖττον, μέχρι μὲν τῆς φωνῆς ἀνέχομαι, τὸ δὲ πρᾶγμα οὐ δίδωμι.

Ἀρετὴν τὴν ἐπιστήμην, εἰ βούλει, κάλει, ἀλλʼ ἐπιστήμην τὴν ἀρετὴν μὴ κάλει. Καὶ γὰρ ψευδὴς ὁ λόγος καὶ ἐπισφαλής, νὴ Δία.

Εἴ τις ἔσται τοῖς ἀνθρώποις πίστις, ὅτι θεωρημάτων ἀριθμοὶ καὶ μαθήματα ἄττα ἐπὶ τὴν ψυχὴν ἐλθόντα τὴν ἀρετὴν αὐτοῖς συνεισάγει, πολλοῦ μέντʼ ἂν ἦν ἄξιον τὸ τῶν σοφιστῶν γένος, τὸ πολυμαθὲς τοῦτο καὶ πολύλογον καὶ πολλῶν μεστὸν μαθημάτων, [*](1.2 ὁ θεὸς . . . οἰκονομεῖ sq. vi. or 8. 8 a || 4 τὴν ἐπιστήμην τοῦ θεοῦ ἀρετὴν vi. simil. or. 6. 7 b ||6 τῆς ψυχῆς τὸ μὲν ἄρχον, τὸ δὲ ἀρχόμενον scil. λόγος et πάθος vi. or. 20. 4 a sq. || 7 τὸ θεῖον sq. cf. Epict. diss lI 8. 2 οὐσία . . θεοῦ νοῦς, ἐπιστήμη, λόγος ὀρθός vi. etiam or. 11. 8 g sq. || 17 τὸ τῶν σοφιστῶν γένος vi. or. 30.1 d 18 πολλῶν μεστὸν μαθημάτων καπηλεῦον ταῦτα sq. cf. Plat. Prot. 313 c ὁ σοφιστὴς τυγχάνει ὢν ἔμπορός τις ἢ κάπηλος τῶν ἀγωγί- μων et soph. 231 d ἔμπορος τις περὶ τὰ τῆς ψυχῆς μαθήματα) [*](〈ἐπὶ τὸ μέρος (τὰ μέρη)〉 ἀπὸ Markl (Duk.) lacunam asteriscis indicavit Duebn. ἐπὶ τοῖς ὅλοις ἐπὶ τὰ ἔσχατα ἀπὸ Reiske ἀπὸ del. Meisner niIl mutandum esse censet Schenkl) [*](3 μᾶλλον om.α(δ) οὐκ ἄλλο Combes || 3.4 ἡ ἐπιστήμη, ᾗ Dav. ᾖ ἐπιστήμη ἡ Markl (Duebn . . ) ἐπιστήμη ἡ Duk || 5 καλεῖς Ϛ(δ Δ) 6 τὸ -μὲν R! ||7 ὅ, τιπερ] ὥσπερ Heins. διόπερ Dav. ὅ, τι πέρ ἐστι Reiske || 10 μὲν in ras. R! || 11 〈τὴν〉 ἀρετὴν α(δ) || 12 ἀλλʼ] τὴν δὲ α(δ) om. MN || 15 θεωρηματικῶν Reiske ἀριθμὸς Markl. ἀριθμῶν Meiser || 16 αὐτοῖς α(δ Δο) || 17 σοφι ÷ ⊹στῶν R! 18 πολυλόγον ϛ(δ Δ) | μεστοῦ M μεστῶν N)

331
καπηλεῦον ταῦτα, καὶ ἀπεμπολοῦν τοῖς δεομένοις· ἀγορὰ πρόκειται ἀρετῆς, ὤνιον τὸ χρῆμα.