Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Λέξωδὲ οὐκ ἐμαυτοῦ λόγον, ἀλλὰ ἐξ Ἀκαδημίας ὁρμηθέντα, καὶ ἐπιχώριον τῆς Πλάτωνος μούσης τὲ καὶ ἑστίας· ἀπεδ έξατο δὲ αὐτὸν καὶ Ἀριστοτέλης αὐτῷ.

Ἐγὼ δὲ καὶ πορρωτέρω ἐπανάγω· ὑποπτεύω γὰρ ἐξ Ἰταλίας Ἀθήναζε ἐλθεῖν τὸν λόγον, Πυθαγορείων τινῶν ἐμπορίαν ταύτην καλὴν στειλαμένων εἰς τὴν ἀρχαίαν Ἐλλάδα. Ὁ δʼ οὖν λόγος ταύτῃ ἔχει.

τοῦ ἀνθρώπου ψυχὴ νενέμηται δίχα κατὰ πρώτην νομήν· καὶ τὸ μὲν αὐτῆς ἐστιν λόγος, τὸ δὲ πάθος·

τούτων δὲ ἑκάτερον πονηρῶς ἔχον, καὶ κινούμενον ἀτάκτως, συλλήβδην καλεῖται ὀνόματι ἑνὶ τῷ αἰσχίστῳ, κακία προσαγορευόμενον.

Γίγνονται δὲ αἱ πηγαὶ καὶ αἱ γενέσεις τοῦ αἰσχροῦ τούτου ἐκ τῆς θατέρου τῶν μορίων πλημμύρας τὲ καὶ ἐπιρροῆς, ἐπειδὰν τὰ πάθη ζέσαντα ἐπικλύσῃ [*](15 λόγος . . πάθος quorum consensus ἀρετή, dissensio κακία cf. Metopus ap.Stob.fl. 164 (Pythagoreorum) Theages ib. I 67—69 Themist. ib. I 87 Apul. dogm. Plat. III 5 Albin. 28 (Platonico- rum) Stob. ecl. II 128 (peripateticorum) vi. etiam or. 20. 4 a 20 τὰ πάθη ζέσαντα sq. cf. Plat. Tim. 70 b ὅτε ζέσειε τὸ τοῦ θυμοῦ μένος sq) [*](14 in mge σημείωσαι περὶ τῶν | τῆς τοῦ ἀνθρώπου | ψυχῆς μερῶν (schol. recent.)) [*](2 σῶμα (ωμ in ras.) R! || 7 ἀλλʼ ἐξ ϛ(δΔ) |Ἀκαδημείας Duebn. 9 δʼ αὐτὸν θ | αὐτῷ (scil. ‘sibi)] αὐτὸς α(δ Δ) || 11 Πυθαγο ρίων RM || 11 12 ἐμπορίων M || 12 ταύτην 〈τὴν〉 καλὴν Reiske || 20. p. 326. 1 ἐπικλύσῃ Markl. (Duebn.) ἐπικαύσῃ codd (θ) quod defendi posse mecum censet Schenkl)

326
τὴν ψυχήν, καὶ τὰς τοῦ λόγου βλαστήσεις τὲ καὶ ἐκφύσεις ἐπιταράξῃ.

Καθάπερ τῶν ποταμῶν οἱ χειμέριοι, ὑπὲρ τὰς νομίμους ὁδοὺς ἀναχεόμενοι ἐπὶ γεωργίαν ἀροτοῦ καὶ φυτουργίας, ἐπεθόλωσαν τὴν

σωτηρίαν τῶν ἔργων καὶ τὸν κόσμον, οὕτω καὶ ψυχὴ ὑπὸ ἀμετρίας παθῶν ἐξίσταται τῶν λογισμῶν, καὶ δόξαι τότε αὐτῇ ψευδεῖς καὶ πονηραὶ παρὰ τὴν αὐτῆς φύσιν διανίστανται, αὐτὸ ἐκεῖνο τὸ τῶν μεθυόντων πάθος· ἡ πλησμονὴ ἐπεγείρασα τὰ ἔνδον νοσήματα, ὥσπερ ἐκ φωλεοῦ ἑρπετά, συγχεῖ τὸν νοῦν καὶ φθέγγεσθαι προσαναγκάζει τὰς τῶν ἑρπετῶν τούτων φωνάς.

Εἰ δέ σοι καὶ σαφεστέρας εἰκόνος δεῖ, ὁχλοκρασίᾳ τινὶ εἰκαστέον τὴν τῆς ψυχῆς πονηρίαν· ἐπειδὰν πόλεως τὸ μὲν ἐπιεικὲς | πᾶν βιασθὲν δουλεύῃ, τὸ δὲ [*](116 b) ἀνόητον καὶ παντοδαπὸν ἐπιχειρῇ ἄρχειν, ὑπὸ ἐξουσίας ἀδεοῦς θρασυνόμενον·

ἀνάγκη γάρ που τὴν τοιαύτην πόλιν πολύφωνόν τε εἶναι καὶ πολυμερῆ καὶ [*](2.3 ποταμῶν οἱ χειμέριοι cf. Epict. fragm. 1 ὁ τύχῃ βίος συμ- πεπλεγμένος ἔοικε χειμάρρῳ ποταμῷ vi. etiam simil. or. 19. 2 0 || 5 οὕτω καὶ sq vi. or. 10. 9 b: 21. 7 e || 8 αὐτὸ ἐκεῖνο τὸ τῶν μεθυόντων πάθος = or. 10. 9 b καρηβαρεῖ sq simil etiam or 30.3m || 10 ὥσπερ ἐκ φωλεοῦ ἑρπετά vi.or.7.5e etiam or.37.8a 10.11 φθέγγεσθαι προσαναγκάζει sq. vi. or. 7. 5 e βοῶντι συμβοᾷ 12 ὀχλοκρασίᾳ τινὶ sq. cf. Theages ap. Stob flor. 1.65 vi. etiam or. 14 8 d ὅπου sq or. 7. 2 i || 17 πολύφωνον . . καὶ πολυμερῆ καὶ πολυπαθῆ sq vi. or. 7. 2 d; 15. 4 g καθάπερ sq.) [*](2 καθάπερ 〈γὰρ〉 τῶν Markl. (Duk.) || 4 γεωργαν (suprascr ί) R γεωργῶν Reiske | ἀροτοὺς Reiske || 5 καὶ 〈ἡ〉 ψυχὴ H(Δ) 7 αὐτῆς ϛ(δΔo) ||8 διανίστανται (αν in ras. ex α) || 9 πάθος 〈οἷς〉 ἡ Markl. (Duk. Duebn . .) | ἡ 〈γὰρ〉 πλησμονὴ Schenkl 12 ὀχλοκρασίᾳ R ! ( ὀχλοκρατία „incorrectly“ Sophocles greek lexicon s. v. ubi adfert Philon. l 696. 45 et Maximi hunc locum cuius notitiam nisi forte ex H vel alio codice Britanico ipsis oculis inspecto sumpsit, quomodo adeptus sit non habeo qui explicem cum editores adhuc de eo tacuerint) ὀχλοκρατίᾳ cett. (δΔ) || 15 in mge σημείωσαι M)

327
πολυπαθῆ, καὶ μεστὴν παντοδαπῶν ἐπιθυμημάτων, ἀκόλαστον μὲν ἐν ἡδοναῖς, ἀκατάσχετον δὲ ἐν ὀργαῖς, ἄμετρον δὲ ἐν τιμαῖς, ἀστάθμητον δὲ ἐν εὐτυχίαις, δυσανάκλητον δὲ ἐν συμφοραῖς.

Ὅταν Περικλῆς μὲν οἴχηται, φεύγῃ δὲ Ἀριστείδης, ἀποθνήσκῃ δὲ Σωκράτης, ἀνίστηται δὲ Νικίας, ἐπιθυμῇ δὲ Κλέων μὲν Σφακτηρίας, Θρασύλλος δὲ Ἰωνίας, Ἀλκιβιάδης δὲ Σκελίας, καὶ ἄλλος ἄλλης γῆς ἢ θαλάττης, συνεπιθυμῇ δὲ αὐτῷ πλῆθος ἀργὸν καὶ ἄτακτον καὶ μισθοφόρον, πανταχοῦ περιφερόμενον, ἀνάγκη τὰς ἐπιθυμίας ταύτας δοῦ. [*](Ed Duebn. p. 133) λείας γεννᾶν, καὶ συμφοράς, καὶ τυραννίδα, καὶ πάντα δὴ τὰ ἔκτοπα ὀνόματα.

Εἰσὶν καὶ ἐν ψυχῇ δημαγωγοὶ πονηροί, καὶ δῆμος ἀκόλαστος, Ἀλκιβιάδαι πολλοὶ καὶ Κλέωνες, τὴν δειλαίαν οὐκ ἐῶντες ψυχὴν ἀτρεμεῖν καὶ παραχωρεῖν τῷ ἐν αὐτῇ λόγῳ καὶ νόμῳ. Αὕτη τῆς ἐν ἀνθρώπῳ πολιτείας μοχθηρία·