Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

[*](116a)

Πῶς οὖν | ἀρετὴ μετέχουσα θεωρίας καὶ πράξεως οὐκ ἔστιν τέχνη; Ταύτῃ μοι λέγοντι ἐφέπου.

Λέξωδὲ οὐκ ἐμαυτοῦ λόγον, ἀλλὰ ἐξ Ἀκαδημίας ὁρμηθέντα, καὶ ἐπιχώριον τῆς Πλάτωνος μούσης τὲ καὶ ἑστίας· ἀπεδ έξατο δὲ αὐτὸν καὶ Ἀριστοτέλης αὐτῷ.

Ἐγὼ δὲ καὶ πορρωτέρω ἐπανάγω· ὑποπτεύω γὰρ ἐξ Ἰταλίας Ἀθήναζε ἐλθεῖν τὸν λόγον, Πυθαγορείων τινῶν ἐμπορίαν ταύτην καλὴν στειλαμένων εἰς τὴν ἀρχαίαν Ἐλλάδα. Ὁ δʼ οὖν λόγος ταύτῃ ἔχει.

τοῦ ἀνθρώπου ψυχὴ νενέμηται δίχα κατὰ πρώτην νομήν· καὶ τὸ μὲν αὐτῆς ἐστιν λόγος, τὸ δὲ πάθος·

τούτων δὲ ἑκάτερον πονηρῶς ἔχον, καὶ κινούμενον ἀτάκτως, συλλήβδην καλεῖται ὀνόματι ἑνὶ τῷ αἰσχίστῳ, κακία προσαγορευόμενον.