Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Κεραμεύς, φής, κεραμεύειν μανθάνει τέχνῃ, καὶ σκυτοτόμος σκυτοτομεῖν, καὶ τεκταίνειν τέκτων.

Ἐμὼ δʼ εἴ σοι ταυτὶ μὲν δίδωμι, μανθάνειν ἕκαστον τῶν δημιουργῶν, ἃ μανθάνει δρᾶν, κᾂν τέχνῃ· τῆς δὲ τέχνης ἑκάστης οὐκ εἶναι τέλος τὸ μαθεῖν τὴν τέχνην παῤ ἄλλου ἄλλον.

Τὴν μὲν γὰρ διαδοχὴν τοῦ εἰδέναι μαθήσει ποιεῖ· ἡ δὲ χρεία τῶν τεχνῶν, οὐχ ὑπὸ τέχνης γενέσθαι τέχνην, ἀλλ᾿ ὑπὸ μὲν κεραμέως ἀμφορέα, ὑπὸ δὲ αὐλητοῦ αὔλημα, ὑπὸ δὲ στρατηγοῦ νίκην, τούτων δὲ ἕκαστον ἄλλό τι παρὰ τὴν τέχνην, τέχνης τέλος, καὶ οὐ τέχνη

οὐ γὰρ ὅ, τι μὴ τέχνη, καὶ ἀτεχνία εὐθύς. Ἀτεχνία μὲν γὰρ ἀφαίρεσις τέχνης, ἔνθα δεῖ τέχνης· οὐ τέχνη δέ, τὸ ὑπὸ τέχνης μὲν γεγονός, ἕτερον δὲ ὂν παρὰ τὴν τέχνην.