Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Αὐτόν γε μὴν [*](114 b) τὸν Ὀδύσεα οὐχ ὁρᾷς, ὡς παντοίαις συμφοραῖς ἀντιτεχνώμενον ἀρετὴ σώζει καὶ τὸ διʼ ἐκείνην θάρσος;

Τοῦτο αὐτῷ τὸ ἐν Κίρκης μῶλυ, τοῦτο τὸ ἐν θαλάττῃ κρήδεμνον· τοῦτο τῶν Πολυφήμου χειρῶν τὸν ἄνδρα ἐξάγει, τοῦτο ἐξ Αἴδου ἀνάγει, τοῦτο πήγνυσιν σχεδίαν, τοῦτο πείθει Ἀλκίνουν, τοῦτο ἀνέχεται βαλλόντων μνηστήρων, Ἴρου παλαίοντος, Μελανθίου ὑβρίζοντος, τοῦτο ἐλευθεροῖ τὴν ἑστίαν, τοῦτο τιμωρεῖται γάμῳ, τοῦτο ἄνδρα ποιεῖ διογενῆ καὶ θεοῖς εἴκελον, οἷον ἀξιοῖ Πλάτων εἶναι τὸν εὐδαίμονα.

[*](6. 7 αὐτόν γε μὴν τὸν Ὀδυσσέα sq. cf. Ps. Plut. vit. Hom. 141 τὸν Ὀδυσσέα . . ἀποκαλεῖ δύστηνον . . καὶ πλανηθῆναι χρόνῳ πολλῷ καὶ πόνους καὶ κινδύνους ὑπομένειν ἀεὶ μυρίους· οὕτως αἱρετὸν καὶ μακάριόν ἐστιν ὅταν τῇ ἀρετῇ συναιρομένη καὶ μὴ ἀντιπράττουσα ἡ τύχη παρῆ || 9 τὸ ἐν Κίρκης μῶλυ vi or. 29. 6 d cf Themist. 27. 340 a; 26 330 b etiam lulian. VI 185a ||9. 10 τὸ. κρήδεμνον vi. or. 11 10 h ; 38. 7 c etiam or. 22. 1 a (rhetorice) 13 Ἴρου . . Μελανθίου spectant σ 233 sq. et ρ 213 sq. || 15 διο- γενῆ καὶ θεοῖς εἴκελον vi or. 23. 1 a de rege || 15. 16 οἷον . . τὸν εὐδαίμονα spectat ὁμοίωσιν θεῷ cf. Diog. Laert. III 78 τέλος εἶναι τὴν ἐξομοίωσιν τῶ θεῷ etiam Albin. 27)[*](4 ἐν] σὺν Markl. || 5 ἡδοναῖς (αι in ras.) R! || 7. 8 ἀντιτεχ- νώμενος φα(δ) corr. Steph || 8 ἀρετῇ α(δ) || 9 ἐν] ἐκ α(δ) 11 πηγνύει α(δ) || 12 Ἀλκίνοον N | βαλλόντων (ον in ras.) R! || 14 τιμωρεῖται] τιμωρεῖ τῶ Reiske (Duebn.) || 16 post εὐδαίμονα leguntur verba εὐτυχῶς Προσδόκιε (man. schol. vet. u) R)
321
[*](κζ΄)

Εἰ τέχνη ἡ ἀρετή.

Καὶ πῶς ἄν τις τοῦ φιλοσόφου ἀποδέξαιτο, ἄλλό τι τὴν ἀρετὴν λέγοντος εἶναι, καὶ μὴ τέχνην; σχολῇ γὰρ ἂν εἴη τέχνη τὶ ἄλλο, εἴπερ μὴ ἡ ἀρετή·

πλὴν εἰ μὴ ἄροτρον μὲν τέχνης ἔργον, καὶ ἀσπὶς τέχνης, καὶ ναῦς, καὶ τειχίον· τὸ δὲ τούτοις χρώμενον καὶ ἐπιστατοῦν καὶ παρέχον τὴν ἑκάστου χρείαν ἅπαντα τῷ ἔχοντι εἰς δέον, καὶ τὴν ἐξ ἀπάντων ὠφέλειαν συντάτ||τον εἰς [*](Ed. Duebn. p. 131) κοινὸν τέλος, τοῦτο δή που ἀτεχνίαν φήσομεν.

Δει νόν γε, ὦ θεοί, καὶ δεινοῦ πέρα, εἰ ὁ μὲν κεραμεὺς ἐπὶ τέχνῃ μανθάνει, καὶ ὁ σκυτοτόμος, καὶ ὁ τέκτων· ὁ δὲ φιλόσοφος μανθάνει μέν, καὶ τὸ τέλος αὐτῷ ἡ ἀρετὴ ἔχει, ἔστι δὲ τοῦτο οὐ τέχνη, ἀλλά τι μάθημα ὑπὸ ἀτεχνίας διδασκόμενον.