Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ζεύγνται δὲ καὶ Ποσειδῶνι ἅρμα ἐν θαλάττῃ, [*]((Ν 27))

  • βῆ δʼ ἐλάαν ἐπὶ κῦμα, ἄταλλε δὲ κήτεʼ ὑπʼ αὐτοῦ.
  • Ἔχει δὲ καὶ ὁ Ἅιδης αὐτῷ τρίτην ἀρχήν· τριχθὰ δὲ Ὁμήρῳ δέδασται τὰ πάντα. Ποσειδῶν μὲν ἔλαχεν, [*]((Ο 190/3))

  • πολιὴν ἅλα ναιέμεν αἰεί·
  • Ἅιδης δὲ ἕλαχεν, ζόφον ἠερόεντα
  • Ζεὺς δὲ --- οὐρανόν.
  • Ὢ τῆς δικαίας καὶ φιλοσόφου νομῆς.

    Εὕροις δʼ ἂν καὶ ἄλλας παῤ Ὁμήρῳ ἀρχὰς καὶ γενέσεις παντοδαπῶν ὀνομάτων, ὧν ὁ μὲν ἀνόητος ὡς μύθων ἀκούει, ὁ δὲ φιλόσοφος ὡς πραγμάτων.

    Ἔστιν αὐτῷ καὶ ἀρετῆς ἀρχή· ἀλλὰ Ἀθηνᾶ λέγεται,

    καὶ τῷ ἔχοντι παρίσταται [*]((ν 299))

  • ἐν πάντεσσι πόνοισιν.
  • Ἔστι καὶ ἔρωτος· ἀλλὰ τὴν αἰτίαν ἡ Ἀφροδίτη ἔχει, καὶ τοῦ κεστοῦ κρατεῖ, καὶ μεταδίδωσιν τοῦ πόθου.

    Ἔστιν καὶ τέχνης· ἀλλʼ ὁ Ἥφαιστος τὴν αἰτίαν ἔχει, καὶ τοῦ πυρὸς κρατεῖ, καὶ μεταδίδωσι τῆς τέχνης.