Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

312

Δοκεῖ μοι Ὅμηρος, φύσει τε κεχρημένος ἐνθεωτάτῃ καὶ φρονήσει δεινοτάτῃ | καὶ ἐμπειρίᾳ πολυτροπωτάτῃ, [*](112 a) φιλοσοφίᾳ ἐπιθέμενος, δημοσιεῦσαι ταύτην τοῖς Ἕλλησιν ἐν ἁρμονίᾳ τῇ ποτὲ εὐδοκίμῳ· αὕτη δʼ ἦν ἡ ποιητική· οὔτε δὲ Ἰωνικὴν ταύτην ἐθελῆσαι εἶναι αὐτῷ, οὔτε ἀκριβῶς Δώριον, οὔτε Ἀττικήν, ἀλλὰ κοινὴν τῆς Ἑλλάδος.

Ἅτε οὖν ξύμπασι διαλεγόμενος, ἀθροίσας ἀναμὶξ τὴν Ἐλλάδα φωνὴν καὶ ἀνακερασάμενος εἰς σχῆμα ᾠδῆς, διʼ ὧν τὰ ἔπη εἰργάσατο προσηνῆ τε ἅμα

εἶναι καὶ ξυνετὰ πᾶσιν καὶ κεχαρισμένα ἑκάστοις, ἐνθυμηθεὶς δέ, ὅτι ὀλίγον μὲν τὸ ξυνετὸν ἐν ἅπαντι, τὸ δὲ πολ δημαγωγεῖσθαι φιλεῖ, οὐδετέρῳ τῷ γένει ἀποκεκριμένην τὴν ποίησιν ἐξειργάσατο· καθάπερ ὁ Ἡσίοδος, χωρὶς μὲν τὰ γένη τῶν ἡρώων, ἀπὸ γυναικῶν ἀρχόμενος καταλέγων τὰ γένη, ὅστις ἐξ ἧς ἔφυ· χωρὶς δὲ αὐτῶν πεποίηνται οἱ θεῖοι λόγοι, ἅμα τοῖς λόγοις θεογονία· χωρὶς δʼ αὖ ὠφελεῖ τὰ εἰς τὸν βίον.