Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ἐγὼ καὶ τῶν Φειδίου ἀγαλμάτων αἰσθάνομαι μὲν τῆς ἡδονῆς, ἐπαινῶ δὲ τὴν τέχνην·

καὶ τῆς Ὁμήρου ᾠδῆς συνίημι μὲν τῆς ἡδονῆς, ἀλλʼ ἐκ τῶν σεμνοτέρων αὐτὴν ἐπαινῶ.

Ἀλλʼ οὐδὲ τὸν Ἡρακλέα ἔγωγε ἡγοῦμαι ἄγευστον καὶ ἀμέτοχον ἡδονῆς διαβιῶναι· οὐ πείθομαι παντάπασι τῷ Προδίκῳ· ἀλλʼ εἰσὶν γὰρ καὶ ἀνδρὸς ἡδοναὶ παραμυθούμεναι τοὺς διʼ ἀρετῆς πόνους, οὐ διὰ σαρκῶν, οὐδέ γε διʼ αἰσθήσεων ἐπίρρυτοι, ἀλλ᾿ αὐτοφυεῖς τινες καὶ ἔνδοθεν διανιστάμεναι, ἐθιζομένης τῆς ψυχῆς χαίρειν τοῖς καλοῖς καὶ ἔργοις καὶ ἐπιτηδεύμασιν καὶ λόγοις.

Οὕτω καὶ ὁ Ἡρακλῆς ἔχαιρεν ἐπὶ τὸ πῦρ ἰών· καὶ Σωκράτης | ἕχαιρεν ἐν τῷ δεσμωτηρίῳ μένων καὶ πειθόμενος [*](110b) τῷ νόμῳ. Παραβάλλωμεν τὴν Σωκράτους [*](3 ὁ Νεῖλος vi. or. 2. 1 g; 34. 4 c || 4 ὁ Ἴστρος exemplum magnitudinis fluminum cf. Arrian. anab. 1. 3 Aelian. nat. anim. 14. 23 Herod. 4. 50 | γόνιμος ut or. 2. 4 c; 11. 1 d || 10 ἐκ τῶν σεμ- νοτέρων scil. ἐκ τῆς φιλοσοφίας ἐνούσης vi. or. 26. 2 d sq. 11 Ἡρακλέα sq. vi. or. 32. 7 a sq || 12. 13 τῷ Προδίκῳ sq. vi. or. 14. 1 a sq. || 15 αὐτοφυεῖς sq. nam σύμφυτον ἡ ἡδονή or. 32 3 a 19. 20 πειθόμενος τῷ νόμῳ vi. or. 36. 6 g) [*](13 εἰσὶν — 16 διανιστάμεναι p) [*](2 ἐαπτόμενον α corr. Steph. ἐλλαμπόμενον Leopardus (Em- endat. XVIII 28) | μὲν 〈ἐν〉 Steph. μὲν codd. ἐν Markl. (Δ) 4 εὔνεως Duebn. εὔνως RMN (suprascr ρ) εὔρους α (θ) || 12 δια- βιῶναι· 〈ταῦτʼ 〉 οὐ Reiske || 13 γὰρ om. p | ἀνδρὸς (νδ in ras.) R! || 14 διʼ ἀρετὴν Markl. || 20 νόμῳ 〈καὶ τὸ φάρμακον πίνων·〉 παραβάλλωμεν Markkl.)

307
κύλικα ἐκείνην τῇ Ἀλκιβιάδου· πότερος αὐτῶν ἔπινεν ἀλυπότερον; Ἀλκιβιάδης τὸν οἶνον; ἢ τὸ φάρμακον Σωκράτης;||

[*](κϚ)

Εἰ ἔστιν καθʼ Ὅμηρον αἵρεσις.

[*](Ed. Duebn. p.126)

Βούλομαι καθʼ Ὅμηρον αὐτὸν παρακαλέσαι ἐπὶ τὸν λόγον, τίνα μέντοι θεῶν, ἢ τὴν αὐτὴν ἐκείνῳ, τὴν Καλλιόπην; [*]((α 1/2))

  • ἄνδρά μοι ἔννεπε, Μοῦσα, πολύτροπον, ὃς μάλα
  • πλάγχθη·
  • πολλὰ
  • οὐ γῆν ἄξενον ἐπιπορευόμενος, οὐδὲ θάλατταν χαλεπὴν περαιούμενος, οὐδὲ ἀνθρώποις ἀγρίοις συμφερόμενος· ἀλλὰ ταῦτα μὲν αὐτῷ οἱ μῦθοι ἔχουσιν· αὐτὸς δὲ τῇ ψυχῇ, κούφῳ χρήματι καὶ πολυπλανεστέρῳ τῶν σωμάτων, πανταχοῦ περιεφέρετο, πάντα ἐπεσκόπει, ὅσα οὐρανοῦ [*](6 ad argumentum cf. in universum Ps. Plut. vit. Hom.; Dio Chrys. 55 Favorin. (Marren p. 87) || 7 βούλομαι sq. artificio rhe- torico ut or. 9. 1 a. b; 13. 8 c. d || 15 οἱ μῦθοι ἔχουσιν ut infra p. 313. 1 | αὐτὸς sq. simil. cf. Plat. lon. 531 c 17 πανταχοῦ sq. vi. or. 3. 7 a μηδὲ περιιέναι sq. et quae ibi adnotavi) [*](1 τῇ] τὴν MN) [*](Codices RMNα (= Stephanus) φ (= Paccius); H (teste Davisio)) [*](15 αὐτὸς — p. 308. 11 ἐπῶν] in mge | σημείωσαι· περὶ ὁμήρου (schol recent.) R!) [*](4 (et 6 in mge) Κ (κϛ΄) R! || 6 εἰ — αἵρεσις R add. λόγος ιϚʹ φ α τοῦ αὐτοῦ εἰ sq. MN (nisi quod αἴρεσις corr. atramento) || 8 τινὰ codd. corr. Reiske || 12. 13 πλάγχθη· 〈οὕτως ᾄδει〉 οὐ Meiser || 14 περαιούμενος (ιου in ras.) R! || 17 ἐσκόπει α (δ))
    308
    κινήματα, ὅσα γῆς παθήματα, θεῶν βουλάς, ἀνθρώπων φύσεις, ἡλίου φῶς, ἄστρων χορόν, γενέσεις ζῴων, ἀναχύσεις θαλάττης, ποταμῶν ἐκβολάς, ἀέρων μεταβολάς, τὰ πολιτικά, τὰ οἰκονομικά, τὰ πολεμικά, τὰ εἰρηνικά, τὰ γαμήλια, τὰ γεωργικά, τὰ ἱππικά, τὰ ναυτικά, τέχνας παντοίας, φωνὰς ποικίλας, εἴδη παντοδαπά, ὀλοφυρομένους, ἡδομένους, πενθοῦντας, γελῶντας, πολεμοῦντας, ὀργιζομένους, εὐωχουμένους, πλέοντας· ὥστε ἔγωγε εἰς τὰς Ὁμήροῦ φωνὰς ἐμπεσὼν οὐκ ἔχω παῤ ἐμαυτοῦ τὸν ἄνδρα ἐπαινέσαι, ἀλλὰ κἀνταῦθα δεήσομαι αὐτοῦ ἐπιδοῦναί μοι τῶν ἐπῶν, ἵνα | [*](111a) μὴ διαφθείρω τὸν ἔπαινον ψιλῷ λόγῳ·

    [*]((cf. θ 487/8))

  • ἔξοχα δή σε βροτῶν, ὦ Ὅμηρε, αἰνίζομαι
  • πάντων,
  • ἢ σέ γε μοῦσα δίδαξε Διὸς παῖς, ἢ σέ γʼ
  • Ἀπόλλων.