Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Οὐδὲ γὰρ τοὺς ταώς, ἡδίστους ὄντας ὀρνίθων ἰδεῖν, μακαρίσαι ἄν τις τοῦ κάλλους οὐδὲν αὐτοῖς εἰς εὐπτησίαν συντελοῦντος, ἥπέρ ἐστιν ὀρνίθων ῥώμη.

Καὶ τῶν ἀηδόνων τῆς ᾠδῆς, ὅσα μὲν ἐς ἡδονὴν ἀκοῆς, ἀποδεχόμεθα· τὸ δὲ ἡμῖν τερπνὸν ἀσύμβολον ἐκείναις εἰς σωτηρίαν.

Αἰετοῦ κλάγξαντος, ἢ λέοντος βρυχησαμένου, γνω ἄν τις τῷ λυπηρῷ τῆς ἀκοῆς τὴν ῥώμην τοῦ φθεγγομένου.