Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ἦλθεν εἰς Ἕλληνας ἐκ τῆς Σκυθῶν γῆς τῶν ἐκεῖ βαρβάρων ἀνὴρ σοφὸς σοφίαν οὐ πολυρρήμονα οὐδὲ λάλον· ἀλλʼ ἦν αὐτῆς τὸ κεφάλαιον βίος ἀκριβής, καὶ γνώμη ὑγιής, καὶ λόγος βραχύς, εὔστοχος, ἐοικὼς οὐ πελταστῇ μισθοφόρῳ, ἀπροοράτως θέοντι, ἀλλʼ ὁπλίτῃ βάδην ἰόντι καὶ κινουμένῳ ἀσφαλῶς.

Ἐλθὼν δὲ Ἀθήναζε, ἐντυγχάνει αὐτόθι ὁπλίτῃ μὲν οὐδενί, | πελτασταῖς δὲ πολλοῖς· καὶ τὸν μὲν τούτων δρόμον καὶ τὴν πτοίαν τοῦ παντὸς ἐδέησεν ὁ Ἀνάχαρσις ἐπαινέσαι.

Περιῄει δὲ τὴν Ἐλλάδα ἐν κύκλῳ, ποθῶν ἰδεῖν σοφίαν στάσιμον καὶ ἑδραίαν. Καὶ εἰ μέν που καὶ ἄλλοθι ἐξεῦρεν, εἰπεῖν οὐκ ἔχω· εὗρε δʼ οὖν ἐν Χηναῖς, σμικρῷ καὶ ἀσθενεῖ πολίσματι, ἄνδρα ἀγαθόν· ὄνομα ἦν αὐτῷ Μύσων.