Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

πανηγύρει φοβερώτατος, ὁ δὲ εἰρηναιότατος; Δοκοῦσι δέ μοι μηδὲ τὴν ἀρχὴν συστήσασθαι ἑορτὰς καὶ τελετὰς θεῶν ἄλλοί τινες, ἢ γεωργοί· πρῶτοι μὲν ἐπὶ ληνῷ στησάμενοι Διονύσου χορούς, πρῶτοι δὲ ἐπὶ ἅλῳ Δημητρὶ ὄργια, πρῶτοι δὲ τὴν ἐλαίας γένεσιν τῇ Ἀθηνᾶ ἐπιφημίσαντες, πρῶτοι δὲ τῶν ἐκ γῆς καρπῶν τοῖς δεδωκόσιν θεοῖς ἀπαρξάμενοι· οἷς εἰκὸς χαίρειν τούς θεοὺς μᾶλλον, ἢ Παυσανίᾳ τὴν δεκάτην ἀποθύοντι, ἢ Λυσάνδρῳ τὴν δεκάτην ἀνατιθέντι· ἐκ πολέμων αἱ ἀπαρχαί, ἐκ συμφορῶν αἱ εὐσέβειαι.

Γεωργῶν δὲ φιλάνθρωποι μὲν αἱ εὐχαί, εὔφημοι δὲ αἱ θυσίαι, ἀπʼ οἰκείων πόνων, ἄμοιροι συμφορῶν, ἄμοιροι κακῶν.

[*](106b)

Εἰ δὲ δὴ καὶ πρὸς σοφίαν ἀντεξεταστέον τοὺς [*](5 ἑορταῖς γε μὴν καὶ μυστηρίοις sq. cf. Xenoph. oecon. 5. 8 καὶ θεοῖς κοσμοῦσι καὶ βωμοὺς καὶ ἀγάλματα Themist. 30. 349 b οὐ μὴν οὐδὲ Ὀρφέως τελετάς τε καὶ ὄργια γεωργίας ἐκτὸς συμ- βέβηκεν εἶναι || 11 πρῶτοι sq. vi. or. 2 1 d || 21 πρὸς σοφίαν sq. cf. Muson ap. Stob. flor. 56. 18 ἐμοὶ μὲν δὴ καὶ ἀρεστὸν τοῦτο πάντων τῶν ἐν γεωργίαις ἔργων ὅτι τῇ ψυχῇ παρέχει σχολὴν πλείονα διανοεῖσθαί τι καὶ ζητεῖν παιδείας ἐχόμενον Themist 30. 350 a σοφίαν ἀσκοῦντες γεωργοί) [*](1 προκροσίων Nα(δ)corr. Heins. προηροσίων ὁμιλητὴς Reiske 4 Φάλλαρις RM || 8 ἐν (ante 9 πανηγύρει) nescio unde om. Δ 12 Διονύσῳ Dav (Δ) || 12. 13 δημῆτρι δη μῆ τρια M δημήτρια Nα(δ) || 17 ἀνατιθέντι 〈 ὧν〉 ἐκ Meiser || 19 εὔφημοι cf. Hesych εὔφημα καλά, ἐπαινετά || 21 δὴ] δεῖ RMN)

294
ἄνδρας, ἐρώμεθα ἑκάτερον.