Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Οὐκοῦν ὁ μὲν ἐν πολέμῳ σοφός, [*]((Β 554))

  • κοσμῆσαι
  • δεινός,
  • ἵππους καὶ ἀνέρας ἀσπιδιώτας,
  • τὸ ἀκοσμότατον τῶν ἐν ἀνθρώποις πραγμάτων καὶ σκυθρωπότατον·

    ὁ δὲ ἐν γεωργίᾳ σοφὸς [*]((Hes. op. et. di. 383))

  • Πληϊάδων Ἀτλαγενέων περιτελλομενάων
  • ἀμήτου ἄρχεται,
  • ἀροτοῖο δυομενάων·
  • μέλει δὲ αὐτῷ καὶ ἐνιαυτῶν ὡρῶν, καὶ σελήνης δρόμου, καὶ ἄστρων ἐπιτολῆς, καὶ ὄμβρου μέτρων, καὶ πνευμάτων καιροῦ.

    Εἰ δὲ καὶ σωμάτων ἀρετῇ τοὺς ἄνδρας κριτέον, καὶ ἀνδρείᾳ πόνων, ὀλίγοι μὲν τῷ στρατιώτῃ οἱ καιροὶ τοῦ πονεῖν, τῷ δὲ γεωργῷ διηνεκεῖς· ὑπαίθριος ἀεί, ἡλίῳ φίλος, συνήθης νιφετῶν, πεπηγώς, νηλίπους, αὐτουργός, εὔπνους, ὀξὺς δραμεῖν, ἰσχυρὸς φέρειν·