Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Φέρε καὶ ἐπὶ γεωργίας θεασώμεθα, εἰ τοῦτον αὐτοῖς ἔχει τὸν τρόπον, ὅνπερ καὶ ἡ ἐν τῷ πολεμεῖν χειρουργία.

Ἅπτονται ἄνθρωποι γῆς, οἱ μὲν σὺν δίκῃ, οἱ δὲ ἄνευ δίκης· σύν δίκῃ μὲν κατὰ χρείαν καρποῦ, δίκης δὲ ἄνευ ἐπὶ χρηματισμῷ.

Εἴη ἂν οὖν κἀν||ταῦθα [*](Ed. Duebn. p.120) ἡ δίαιτα οὐ ξυλλήβδην περὶ πάσης γεωργίας. Ἀλλὰ ἐπεὶ καὶ τοῦτο κοινὸν δικαίων καὶ μή, κοινὸν δʼ ἦν καὶ τὸ πολεμεῖν ἑκατέρῳ τῷ γένει, δέος μὴ λάθῃ ἐξαπατήσας ἡμᾶς ὁ λόγος οὗτος, οὐ γεωργικῷ τὸ πολεμικόν, ἀλλὰ τῷ δικαίῳ τὸ ἄδικον παραβαλεῖν ἐθέλων.

Δικαίους οὖν ἄμφω ὑποθέμενοι, καὶ τὸν πολεμικὸν καὶ τὸν γεωργικόν, τὸν μὲν ὑπʼ ἀνάγκης ἐπὶ τὸ πολεμεῖν ἰόντα, τὸν δὲ ὑπὸ χρείας γεωργεῖν ἠναγκασμένον, οὕτως σκοπῶμεν περὶ ἑκατέρου.

Καίτοι τί ταῦτα λέγω; εἰ γὰρ ἐπʼ ἀμφοῖν τὸ δίκαιον ἴσον, καὶ τὸ καλὸν ἴσον, καὶ ὁ ἔπαινος ἴσος, καὶ ἀπʼ ἴσης εἰσὶν ἡμῖν ἄμφω νικηφόροι.

Βούλει τοίνυν, ἀφελὼν τὸ δίκαιον ἑκατέρου, τὸ ἄδικον προσθείς, οὕτω σκοπεῖν; Ἀλλὰ κἀνταῦθα ἐπʼ ἀμφοῖν ἡ κακία ἐπανισουμένη τὸν ἔπαινον ἐξ ἀμφοῖν ἀφαιρεῖ

Τῴ ἂν οὖν τις κρίναι τὸ λεγόμενον; βούλει σοι φράσω; καὶ δὴ λέγω.