Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ἔχεις εἰπεῖν, τίνας ὀνομάζει Ὅμηρος ἐν τοῖς ἔπεσιν διογενεῖς, καὶ θεοῖς εἰκέλους, καὶ λαῶν ποιμένας, καὶ ἄλλα ὅσα ποιητὴν εἰκὸς ἀποσεμνύνοντα τοῖς ὀνόμασιν

ἀρετὴν ἀνδρός; ἆρα τοὺς ἐπὶ σκαπάνῃ καὶ αὔλακι πρὸς τῇ γῇ διαπονουμένους, δεινοὺς ἀροῦν, ἀγαθοὺς φυτεύειν,

ἐν ἀμήτῳ δεξιούς, ἐν ὀρχάτῳ φιλοπόνους; ἢ τούτων μὲν οὐδὲ τὴν ἀρχὴν ἠξίωσεν καταμῖ|ξαι τὰ [*](101b) ἔργα τῇ αὐτοῦ ᾠδῇ, ὅτι μὴ νησιώτῃ γέροντι ἀναθεὶς αὐτά, ἐκπεπτωκότι τῆς ἀρχῆς ὑπὸ ὑβριστῶν νέων, ἐν ‘γουνῷ οἰνοπέδου ἀλωῆςʼ (α 193) ἐπὶ φύλλων χαμαὶ [*](d)βεβλημένων ὥρᾳ θέρους ἀναπαυομένῳ;

Οἱ δὲ μακάριοι αὐτῷ ἄνδρες, οὓς ἐκεῖνος ἐπαινῶν χαίρει, ἕτεροί εἰσιν [*](6 ἔχεις εἰπεῖν sq. ═ or. 35. 1a || 7 διογενεῖς, καὶ θεοῖς εἰκέ- λους ═ or. 35. 1a cf. Dio Chrys. l 38; IV 41 Themist. V 64b IX 122d | λαῶν ποιμένας de regibus dictum vi. or. 20. 6b; etiam or. 40. 3b ἢ οὐκ ἂν ἐθελήσαις sq. cf. Dio Chrys. l 13 III 41 IV 43 Xenoph. mem. lII 2 (═ Stob. fl. 54. 28) Themist. 34. 26; 9. 121d Archyt. ap. Stob. fl. 46. 61 Aristot. eth. Nicom. 1161a 15 Iulian. II 86d Xenoph. inst. Cyr. 8. 2. 14 Dio Chrys. 56. 2) [*](Codices RMNα (═ Stephanus) φ (═ Paccius); H (teste Davisio)) [*](1 ΚΓ΄ R! || 3 in mge κγ΄ R! | τίνες — 5 προπολεμοῦντες RM add. τοῦ αὐτοῦ N add. λόγος ιγ΄ α ὅτι οἱ προπολεμοῦντες λυσιτελέστεροι ἢ οἱ γεωργοῦντες φ || 6 ἔχεις (suprascr. οι man. recent. ex or. 35. 1a) R || 7 διογενεῖς (ει in ras.) R! || 12 κατα- μίξαι Ϛ(δΔ⁰) || 13 αὑτοῦ α(δΔ⁰) || 16 βεβλημένων H(Δ) βεβλη- μένῳ cett. (δ) || 17 αὐτῶν α(δ) αὐτοῦ Markl.)

279
ἐξ ἑτέρων ἐπιτηδευμάτων καὶ ἕργων· ἢ Ἀχιλλεύς διώκων, ἢ Αἴας μονομαχῶν, ἢ Τεῦκρος τοξεύων, ἢ Διομήδης ἀριστεύων, ἤ τις ἄλλος τῶν δεινῶν τὰ ἀριστευτικά.

Μεστὰ δὲ αὐτῷ τὰ ἔπη ἀσπίδων μεγάλων, καὶ κορύθων φαεινῶν, καὶ δοράτων μακρῶν, καὶ ἀρμάτων καλῶν, καὶ ἵππων θεόντων, καὶ ἀγαθῶν κτεινόντων, καὶ δειλῶν κτεινομένων.

Τὸν μὲν γὰρ Ἀγαμέμνονα αὐτὸν τὸν τῶν Πανελλήνων βασιλέα οὐκ ἔσχεν ἑτέρως ἐπαινέσαι, ἢ τὸν αἰχμητὴν προσθεὶς τῷ βασιλεῖ, ὡς μόνον δὴ τοῦτο ἔργων ἀρχικώτατον· καὶ φησίν, ὅτι ἦν ὁ Ἀγαμέμνων ἀμφότε ρον, βασιλεὺς καὶ αἰχμητὴς [*](Ed. Duebn. p.116) ἀγαθός.

Ἐπεὶ καὶ ὁ Μενέλαος βασιλεὺς μὲν ἦν, οὐχ ἧττον ἢ ὁ Ἀγαμέμνων, μαλθακὸς δὲ αἰχμήν, καὶ διὰ τοῦτο ὀλίγον αὐτῷ μετέδωκε ποιητικῆς εὐφημίας Ὅμηρος.