Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Μήποτε οὖν ἔοικέν τι Ὅμηρος αἰνίττεσθαι ἄλλο κρεῖττον, ἢ ὁποῖον τὰ ἔπη λέγοι οὑτωσὶ ἀκούσαντι εὐθύς.

Τὸ γάρ τοι κειμένων σιτίων ἀμφιλαφῶν καὶ οἴνου πολλοῦ, ταῦτα μὲν ἐπιθεῖναι ταῖς τραπέζαις, καὶ τὸν οἶνον τῷ κρατῆρι ἔγχεαι, ἔπαινος δ᾿ ἐς τοὺς δαιτυμόνας ἐν τοσαύταις ἡδοναῖς ἀκροωμένους τοῦ ἀοιδοῦ σπουδῇ, εὐσχήμονά τινα ἔοικεν εὐωχίαν διηγεῖσθαι ἡμῖν, οἵαν μιμήσεται ἄν τις νοῦν ἔχων, μεταθεὶς τὰς ἡδονὰς ἀπὸ τῶν αἰσχίστων ἐπὶ τὰ κοσμιώτατα, ἀπὸ τῆς γαστρὸς ἐπὶ τὰς ἀκοάς·

ἢ οὐδὲ τοῦτο ἀπόχρη, εὐωχεῖν τὰς ἀκοὰς εἰκῇ καὶ ἀναί |δην,[*](98b) [*]((Κ 13)) αὐλῶν συρίγγων τ᾿ ἐνοπῇ, [*](2 ἐκ Βαβυλῶνος ἥκων spectat Μηδικὴν χλιδὴν or. 32. 3 b συνήθης πολυτελεῖ τραπέζῃ cf Porphyr. ad Marcell. 29 κρεῖττον θαρρεῖν . . ἢ ταράττεσθαι ἔχοντι πολυτελῆ τράπεζαν Epicur. ad Menoec. (Usener p 249) οὐ γὰρ . . . . ὅσα φέρει πολυτελὴς τράπεζα τὸν ἡδὺν γεννᾷ βίον al || 5 λωτοῦ . . Σειρήνων scil. ἡδονῆς et ἐπιθυ- μιῶν vi.ad or.14 4d || 17 αὐλῶν sq.vi.or. 30.3i cf Dio Chrys.ll53) [*](2.3 πολυτελεῖ τραπέζῃ quod respicit v (: τέλη) ubi legitur καὶ τέλη αἱ δαπαναὶ ὅθεν καὶ πολυτελὴς τράπεζα) [*](1 in mge (rubr. col.) ὅτι οἱ βάρβαροι τραπέζαις πολυτελέσι χαίρουσι καὶ οἴνῳ· ἀδηφάγοι γὰρ καὶ μέθυσ |οι (οι atram. addit.) Ν) [*](1 δημωδέστατος R! Heins. δημωδεστάτης certt. (δ Δ) | οἵαν κᾂν Markl. 3 ᾠδὴν ΜΝ || 4 φῂς Ϛ(δ Δ) 5 μελιηδέος Steph. (δ Δ) μὲν ἡδέος codd. |σηρήνων Ν συρήνων φ || 7 λέγοιτο ΜΝ λέγει τῷ α(δ) λέγει H etita Knebel Hahn || 7. 8 τῷ γάρ Reiske || 10 ἔπαινος δ ἐς Hob. ἔπαινος δὲ RMN ἐπαινεῖν δὲ φα(δ Δ) πιαίνεσθαι (vel tale quid) δὲ Schenkl || 11 ἀκροωμένος (suprascr.υ) R! || 12 οἵαν(αν in ras.) || 13 μιμήσηται α(θ) μιμήσαιτο Duk. Meiser || 15 ἀπο- χρην Markl. || 16 ἀνέδην Heins.Schottus (Δ) || 17 ἐνοπὴν Homerus )

269
καὶ ἀνθρώπων ὁμάδῳ, ἀλλὰ κἀνταῦθα τέχνης δεῖ κατακοσμούσης τὴν ἀκοῆς εὐωχίαν ἁρμονίᾳ δεξιᾷ.

Καὶ τίς ἂν ἡμῖν ἡ τοιαύτη ἁρμονία γένοιτο; ἀγαπῶ μὲν γὰρ ἔγωγε τὴν ἐκ μελῶν ἡδονὴν προσιοῦσαν ταῖς ἀκοαῖς, ἢ διʼ αὐλῶν ἐμπνεομένων, ἢ διὰ λύρας κρουομένης, ἢ διʼ ἄλλού του μουσικοῦ ὀργάνου δυναμένου χορηγεῖν καὶ ἐπιπέμπειν ἡμῖν προσηνὲς μέλος·

δείδια δέ, μὴ ταυτὶ τὰ μέλη ἡδονὴν μέν τινα ἔχῃ κεκραμένην ὑπὸ τέχνης καλῶς, ἄσημα δὲ ὄντα καὶ ἄλογα καὶ ἄφωνα μηδὲν μέγα τῇ ψυχῇ εἰς εὐφροσύνην συντελεῖ.

Εἰ γάρ τις ἐθέλοι παραβαλεῖν τὴν ἐκ μελῶν ἡδονὴν τῇ τῶν λόγων, ἐοίκοι ἂν ὁ μὲν λόγος σιτίοις, τὸ δὲ μέλος ὀδμαῖς· ὧν τὰ μὲν εἰς ὑποτροφὴν προσφορώτατα, ὀδμὴ δέ, καὶ ἐνοδμή, κιβδηλότατον ἐν ἡδονῇ χρῆμα, καὶ ἐν τροφῇ ἀσθενέστατον.