Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Χάρυβδιν ὄψεται, ἀλλʼ οὐκ ἐν ναυαγίῳ· Σειρήνων ἀκούσεται, ἀλλʼ οὐ δεδεμένος· Κύκλωπι ἐντεύξεται, ἀλλʼ εἰρηνικῷ.

Εἰ δὲ καὶ Περσεὺς εὐδαίμων, ὅτι πτηνὸς ἦν, καὶ περιεφέρετο ἐν τῷ αἰθέρι, πάντα ἐποπτεύων τὰ ἐν γῇ παθήματα καὶ χωρία, πολὺ τῶν Περσέως πτερῶν ἡ ἱστορία κουφότερον καὶ μετεωρότερον·

ἣ λαβοῦσα τὴν ψυχὴν περιφέρει πανταχοῦ, οὐκ ἀργῶς οὐδὲ ἠμελημένως δεικνύουσα, ἀλλὰ καὶ ἄνδρα γενεαλογεῖ καὶ ποταμόν· [*](100a)[*]((Herod. l 6))

  • Κροῖσος ἦν Αυδὸς μὲν γένος, |παῖς
  • δὲ Ἀλυάττεω, τύραννος δὲ ἐθνῶν·
  • [*]((Υ 215))Δάρδανον αὖ πρῶτον τέκετο νεφεληγερέτα Ζεύς. Γενεαλογεῖ καὶ πόλιν· [*]((Thucyd. I 24)) Ἐπίδαμνός ἐστιν πόλις ἐν δεξιᾷ εἰσπλέοντι τὸν Ἰώνιον κόλπον· προσοικοῦσιν δʼ αὐτὴν Ταλάντιοι βάρβαροι· [*]((Ζ 152))

  • ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο. ||
  • Γενεαλογεῖ δὲ καὶ ποταμόν·
  • [*](Ed. Duebn. p.114 )

    [*](5 Περσεὺς . . πτηνὸς ἦν cf. Dio Chrys. 32. 28 ἔργον . . ἀν- δρείου καὶ πτηνοῦ Περσέως Aristid. or. 3. 37 etiam Dio Chrys. 33 47 || 6 πάντα ἐποπτεύων ut anima humana or. 10. 2f vi. etiam or. 3. 7a περϊιέναι et quae ibi adnotavi | τὰ ἐν γῆ παθή- ματα vi or. 10. 2f; 25. 6b; 26. 1a || 9 οὐκ ἀργῶς οὐδὲ ἠμελημένως ut or. 1. 8e al.)[*](15 in mge ἐπίδαμνος (schol. recent.) R!)[*](2 Χάρυβδιν (διν in ras.) R! || 5 ὅτι 〈καὶ〉 πτηνὸς n || 10 καὶ ποταμόν „scribae, non Maximi“ iudice Markl. uncis incl. Duebn. || 11 Κροῖσος ϛ(δΔ) cum Herodoto || 12 Ἀλυάττεω (λυα in ras.) R! Aliattei σ2 | ἐθνέων δΔ cum Herodoto || 15. 16 ἐσπλέοντι Thu- cydides || 16 Ἰώνιον in ras. R! Ἰόνιον α(δΔ) cum Thucydide || 17 Ταυλάντιοι Nα(δΔ) Thucydides || 19. p. 274. 1 ποταμόν· 〈ἐν- τὸς Ἅλυος ποταμοῦ〉, ὃς Meiner)
    274

    [*]((Herod. l 6)) ὃς ῥέων ἐκ μεσημβρίης πρὸς βορέην ἄνεμον εἰς τὸν Εὔξεινον πόντον καλεόμενον ἐκδιδοῖ· [*]((Υ 74))

  • ὃν Ξάνθον καλέουσι θεοί, ἄνδρες δὲ
  • Σκάμανδρον.
  • Τοῦτο τὸ ἄκουσμα ἐφήμερον τὸ τῶν ἀνθρώπων γένος καὶ φθειρόμενον ταχὺ καὶ ἀπολλύμενον καὶ ὑπορρέον τῇ μνήμῃ σώζει, καὶ τὰς ἀρετὰς φυλάττει, καὶ τὰς πράξεις ταῖς δόξαις ἀθανάτους ποιεῖ.