Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Διὰ ταῦτα καὶ Σωκράτης ἐώρα τὰ καλὰ τῶν σωμάτων, καὶ ταχέως ἔβλεπεν, καὶ πάντα ἔβλεπεν· οὐκ ἐλάνθανεν δὲ αὐτὸν κάλλος, οὐκ ἐν παλαίστρᾳ καταδεδυκός, οὐκ ἐν Ἀκαδημίᾳ πλανώμενον, οὐκ ἐν συμποσίοις εὐωχούμενον· ἀλλ᾿ οἷα θηρευτὴς δεινός, διὰ σωμάτων ἀνθρωπίνων διετέλει μεμνημένος κάλλους ἀληθινοῦ.

[*](κβ)

Ὅτι πάσης τῆς διὰ λόγων εὐφροσύνης ἡ διὰ φιλοσόφων λόγων ἀμείνων.

Διηγεῖται Ὅμηρος περὶ Ὀδυσσέως, ὅτι χήτει νεὼς ἐπὶ σχεδίας πλέων, χειμῶνος ἐπιγενομένου, σκεδασθείσης τῆς σχεδίας, νηχόμενος, ὑποβαλλούσης αὐτῷ κρήδεμνον [*](12 διηγεῖται sq. spectat ἀπορίαν de Ulixe voluptatis lauda- tore Homericam cf Ps. Plut.150 Lucian. paras. 10 etiam Crateris ep. 19 Plat. republ. III 390 a 14 ὑποβαλλούσης . . κρήδεμνον sq. vi. or. 38. 7 c) [*](2 ἑώρα] ἐθήρα Orelli || 3 καὶ πάντα ἔβλεπεν om. ΜΝφα(δ) καὶ πάντῃ ἐβλεπεν Orelli || 4 παλαίστραις α(δ) | καταδεδυκώς MN ἀποδεδυκός Markl. || 5 Ἀκαδημείᾳ Duebn ||6 δεινὸς 〈διώκων καλούς〉 διὰ Meiser) [*](Codices RMNα (= Stephanus) φ (= Paccius); H (teste Davisio)) [*](11 in mge ὑπολαβὲ· λυσιτελεστέρα γὰρ (rubr. col) M || 12 in mge προτραπεὶς συνέπηξε τὴν σχεδίαν εἶτα ταύτης σκεδασθείσης ἀφῆκεν ἑαυτὸν εἰς τὸ πέλαγος (rubr. col.) M) [*](8 ΚΒ΄ R! || 10 in mge κβʹ R! | ὅτι — 11 ἀμείνων H (nisi quod 10 ἢ pro ἡ) MN add. λόγος ιβ΄ φα || 13 14 σχεδασθείσης ΜΝα(δ) corr. Schottus κεασθείσης (vel σχισθείσης) frustra Steph. )

267
τῆς Λευκοθέας, ἐκπεσὼν εἰς τὴν Φαιάκων γῆν, ἱκετεύσας βασιλικὴν παρθένον, κομισθεὶς ὑπ᾿ αὐτῆς εἰς τὸ ἄστυ, τυχὼν αἰδοῦς παῤ Ἀλκίνου, κοινωνεῖ τῆς ἑστίας τοῖς Φαιάκων ἀρίστοις, καὶ μετὰ τοῦτο ἐνάρχεται τῶν πρὸς τὸν Ἀλκίνουν λόγων ὡδί πως·

῾ Ἀλκίνοε [*](98a)βασιλεῦ, καλὸν μὲν ἀκούειν ἀοιδοῦ | ἀγαθοῦ, οἷος οὗτος, τὴν τέχνην θεῖος· τί γὰρ ἂν εἴη χαριέστερον τέλος δήμου εὐθυμουμένου, καὶ δαιτυμόνων οἴκοι, ᾠδῆς ἀκροωμένων, καθημένων ἑξῆς, καὶ τραπέζης ἀφθόνου,

καὶ κρατῆρος μεστοῦ;’ Ἐρωτῶ δὴ τὸν Ὀδυσσέα ‘Τί ἡγεῖ εἶναι τὴν εὐφροσύνην, ὦ σοφώτατε ἀνδρῶν; τράπεζαν μεστὴν κρεῶν καὶ σίτου, καὶ κρατῆρας πλήρεις, καὶ οἶνον διαχεόμενον, καὶ ἐπὶ τούτοις ᾄδοντα ἀοιδόν, οἵας ἐκεῖνος ᾠδὰς ᾖδεν, (θ 75) νεῖκος Ὀδυσσῆος καὶ Πηλείδεω Ἀχιλλῆος; ἢ αὖ κοῖλον ἵππον, ἔνθα εἰσδύντες οἱ ἄριστοι τῶν Ἑλλήνων, εἰς τὸ ἄστυ εἰσενεχθέντες, προχυθέντες τοῦ ἵππου, μεθύουσιν ἐπιθέμενοι, εἷλον τὸ ἄστυ; (ι 11) Τοῦτο τί σοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι;