Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Καὶ διὰ τοῦτο νοῦν ἔχων, ἄγαλμα μὲν ἰδών, ἐπαινεῖ τὴν τέχνην, ἀλλ᾿ οὐκ ἐρᾷ τοῦ ἀγάλματος· καὶ φυτὸν ἰδών, ἐπαινεῖ τοῦ καρποῦ, ἀλλ᾿ οὐκ ἐρᾷ τοῦ φυτοῦ· καὶ ποταμὸν ἐπαινεῖ τῆς πραότητος, ἀλλ᾿ οὐκ ἐρᾷ τοῦ ποταμοῦ·

ἐν δὲ ἀνθρώπῳ ἐπειδὰν ἴδῃ κάλλος ἔμπνουν καὶ νοερὸν καὶ ἀρετὴν προοιμιαζόμενον, καὶ τὴν μνήμην ἐγείρει, καὶ ἐρᾷ νέου, φασὶ μὲν τοῦ ὁρωμένου, [*](2. 3 τοῦ δὲ κάλλους τούτου sq. vi. or. 20. 9 a ἄγαλμα sq. 3 ἐπὶ ποταμὸν sq. vi. or. 11.11 b || 8 τῷ καλλίστῳ sq. cf. Dio Chrys. XII 52 ὕλῃ τε ἐπιτερπεῖ χρησάμενος ἀνδρός τε ἐποίεις μορφὴν ὑπερφυῆ τὸ κάλλος sq et ὅτι τὸ οἰκεῖον καὶ τὸ πρέπον ἐξεῦρες σχήματός τε καὶ μορφῆς sq. || 9. 10 αὐτῷ τῷ καλῷ scil. θεῷ nam ξυνάπτει τῷ θείῳ ἡ ἀθάνατος ψυχῆς φύσις or. 6. 4g 10 ἄγαλμα sq. vi. or. 20. 9 a ἄγαλμα sq. ||12 φυτὸν sq. vi. or. 20.9 b || 16 τὴν μνήμην ἐγείρει sq. cf. Plut. am.21 ὁρατοῦ σώματος ἐντυχὼν κάλλει καὶ χρώμενος οἷον ὀργάνῳ τινὶ τῆς μνήμης Sq.) [*](1 φανέν Hob. φανῇ codd. (δ Δ) φανερόν Meiser νοήσῃ Dav. 〈νοήσας〉 ἀποθρώσκοντα Heins. 〈πρὸς〉 ἀποθρώσκοντα Reiske (Duebn.) || 4 φυτὸν εὐβλαστότατον R! || 5 ἀλλ᾿ — 6 ἀμβλύτα- τον om. α(δ) || 6 ἐστὶν 〈αὐγὴ καθαρὰ〉 αὐτοῦ Meiser || 6 7 ἐπι- φοιτῶσα φύσις (μοῖρα) τὴν αθ (Heins.) μόνῳ φοιτᾷ γὰρ τὴν H unde εἰκὼν ἐπιφοιτῶσα τῇ (γῇ) Dav. ἀμιγὴς (vel ὁλόκληρος) ἐπιφοιτῶσα τὴν Markl. (Duebn) || 7 γῆν 〈ἰδέα〉, ἴδοις Schenkl 9 συγγενῶς Reiske | αὐτοῦ δ || 9.10 τοῦ καλοῦ α(δ) || 10 τοῦτο 〈ὁ〉 νοῦν Markl. (Duebn.) 11 τῆς τέχνης Markl. || 15 προοιμιζόμενον (suprascr. α) R! || 16 ἐρᾷ νέου, φασὶ Hob. ἐρᾶν οὔ φασι codd. ἐρᾶν οὔ φησι α(θ) ἐρᾶν φησι Reiske ἐρᾷ πρόφασιν Markl. (Duebn.) 16 p. 266 1 ἐρωμένου MN)

266
τὸ δὲ ἀληθὲς ἐρᾷ κάλλους ἀληθεστέρου.

Διὰ ταῦτα καὶ Σωκράτης ἐώρα τὰ καλὰ τῶν σωμάτων, καὶ ταχέως ἔβλεπεν, καὶ πάντα ἔβλεπεν· οὐκ ἐλάνθανεν δὲ αὐτὸν κάλλος, οὐκ ἐν παλαίστρᾳ καταδεδυκός, οὐκ ἐν Ἀκαδημίᾳ πλανώμενον, οὐκ ἐν συμποσίοις εὐωχούμενον· ἀλλ᾿ οἷα θηρευτὴς δεινός, διὰ σωμάτων ἀνθρωπίνων διετέλει μεμνημένος κάλλους ἀληθινοῦ.

[*](κβ)

Ὅτι πάσης τῆς διὰ λόγων εὐφροσύνης ἡ διὰ φιλοσόφων λόγων ἀμείνων.

Διηγεῖται Ὅμηρος περὶ Ὀδυσσέως, ὅτι χήτει νεὼς ἐπὶ σχεδίας πλέων, χειμῶνος ἐπιγενομένου, σκεδασθείσης τῆς σχεδίας, νηχόμενος, ὑποβαλλούσης αὐτῷ κρήδεμνον [*](12 διηγεῖται sq. spectat ἀπορίαν de Ulixe voluptatis lauda- tore Homericam cf Ps. Plut.150 Lucian. paras. 10 etiam Crateris ep. 19 Plat. republ. III 390 a 14 ὑποβαλλούσης . . κρήδεμνον sq. vi. or. 38. 7 c) [*](2 ἑώρα] ἐθήρα Orelli || 3 καὶ πάντα ἔβλεπεν om. ΜΝφα(δ) καὶ πάντῃ ἐβλεπεν Orelli || 4 παλαίστραις α(δ) | καταδεδυκώς MN ἀποδεδυκός Markl. || 5 Ἀκαδημείᾳ Duebn ||6 δεινὸς 〈διώκων καλούς〉 διὰ Meiser) [*](Codices RMNα (= Stephanus) φ (= Paccius); H (teste Davisio)) [*](11 in mge ὑπολαβὲ· λυσιτελεστέρα γὰρ (rubr. col) M || 12 in mge προτραπεὶς συνέπηξε τὴν σχεδίαν εἶτα ταύτης σκεδασθείσης ἀφῆκεν ἑαυτὸν εἰς τὸ πέλαγος (rubr. col.) M) [*](8 ΚΒ΄ R! || 10 in mge κβʹ R! | ὅτι — 11 ἀμείνων H (nisi quod 10 ἢ pro ἡ) MN add. λόγος ιβ΄ φα || 13 14 σχεδασθείσης ΜΝα(δ) corr. Schottus κεασθείσης (vel σχισθείσης) frustra Steph. )

267
τῆς Λευκοθέας, ἐκπεσὼν εἰς τὴν Φαιάκων γῆν, ἱκετεύσας βασιλικὴν παρθένον, κομισθεὶς ὑπ᾿ αὐτῆς εἰς τὸ ἄστυ, τυχὼν αἰδοῦς παῤ Ἀλκίνου, κοινωνεῖ τῆς ἑστίας τοῖς Φαιάκων ἀρίστοις, καὶ μετὰ τοῦτο ἐνάρχεται τῶν πρὸς τὸν Ἀλκίνουν λόγων ὡδί πως·

῾ Ἀλκίνοε [*](98a)βασιλεῦ, καλὸν μὲν ἀκούειν ἀοιδοῦ | ἀγαθοῦ, οἷος οὗτος, τὴν τέχνην θεῖος· τί γὰρ ἂν εἴη χαριέστερον τέλος δήμου εὐθυμουμένου, καὶ δαιτυμόνων οἴκοι, ᾠδῆς ἀκροωμένων, καθημένων ἑξῆς, καὶ τραπέζης ἀφθόνου,

καὶ κρατῆρος μεστοῦ;’ Ἐρωτῶ δὴ τὸν Ὀδυσσέα ‘Τί ἡγεῖ εἶναι τὴν εὐφροσύνην, ὦ σοφώτατε ἀνδρῶν; τράπεζαν μεστὴν κρεῶν καὶ σίτου, καὶ κρατῆρας πλήρεις, καὶ οἶνον διαχεόμενον, καὶ ἐπὶ τούτοις ᾄδοντα ἀοιδόν, οἵας ἐκεῖνος ᾠδὰς ᾖδεν, (θ 75) νεῖκος Ὀδυσσῆος καὶ Πηλείδεω Ἀχιλλῆος; ἢ αὖ κοῖλον ἵππον, ἔνθα εἰσδύντες οἱ ἄριστοι τῶν Ἑλλήνων, εἰς τὸ ἄστυ εἰσενεχθέντες, προχυθέντες τοῦ ἵππου, μεθύουσιν ἐπιθέμενοι, εἷλον τὸ ἄστυ; (ι 11) Τοῦτο τί σοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι;

Δειός τις εἶ, ὦ σοφώτατε Ὀδυσσεῦ, ἐπαινέτης [*](2 ἱκετεύσας βασιλικὴν παρθένον vi. or. 14 5 c || 10 ἐρωτῶ δὴ τὸν Ὀδυσσέα sq. ut or. 7.1 b; 18 5 a cf. etiam Muson. (Henne) 48.9 || 12 κρεῶν καὶ σίτου spectat Homeri versus σίτου καὶ κρειῶν, μέθυ δ᾿ ἐκ κρητῆρος ἀφύσσων sq. (ap. Plat republ. III 390 a) quibus ipse utitur or. 1. 3 a) [*](τί γὰρ — 9 ἀκροωμένων v (: τέλη)) [*](1 ἐμπεσὼν Ϛ(δ Δ°) corr. Reiske || 3 Ἀλκινόου ΜΝφ(Δ°) 5 Ἀλκίνου (i. e. Ἀλκίνουν) ΜΝ Ἀλκίνοον φ(Δ°) || 7 γὰρ ἂν εἴη Rv γὰρ εἴη ΜΝφα(δ Δ°) corr. Markl. || 7.8 τέλος χαριέστερον ν 11 ἡγεῖται ΜΝ ἥγησαι α(δ) ἡγῇ Δ || 12 κρατῆρας πλήρεις Hob (cum σ² ,in crateribus plenis“) κρατῆρα πλήρης RMN κρατῆρα πλήρη α(δ Δ) | 15 Ὀδυσσῆος (η in ras.) R! | Ἀχιλλῆος R! MN Ἀχιλῆος certt. (δ Δ) cum Homero || 16 εἰσδῦντες R || 17 προχν- θέντες 〈δὲ〉 τοῦ α(δ) || 19 τοῦτό τι α(δ Δ) τουτοῒ (vel τοῦτο τοι) Reiske |σοι] μοι Homerus)

268
εὐφροσύνης δημωδέστατος, οἵαν καὶ βάρβαρος ἀνὴρ ἐπαινέσαι, καὶ ἄρτι ἐκ Βαβυλῶνος ἥκων, συνήθης πολυτελεῖ τραπέζῃ καὶ οἴνῳ χεομένῳ πολλῷ καὶ ᾠδῇ αὐτοσχεδίῳ· καὶ ταῦτα, ὡς φῆς, ὑπεριδὼν παῤ ἄλλοις [*]( Ed. Duebn. p. 112)τοῦ μελιηδέος λωτοῦ καὶ τῆς Σειρήνων ᾠδῆς.’

Μήποτε οὖν ἔοικέν τι Ὅμηρος αἰνίττεσθαι ἄλλο κρεῖττον, ἢ ὁποῖον τὰ ἔπη λέγοι οὑτωσὶ ἀκούσαντι εὐθύς.

Τὸ γάρ τοι κειμένων σιτίων ἀμφιλαφῶν καὶ οἴνου πολλοῦ, ταῦτα μὲν ἐπιθεῖναι ταῖς τραπέζαις, καὶ τὸν οἶνον τῷ κρατῆρι ἔγχεαι, ἔπαινος δ᾿ ἐς τοὺς δαιτυμόνας ἐν τοσαύταις ἡδοναῖς ἀκροωμένους τοῦ ἀοιδοῦ σπουδῇ, εὐσχήμονά τινα ἔοικεν εὐωχίαν διηγεῖσθαι ἡμῖν, οἵαν μιμήσεται ἄν τις νοῦν ἔχων, μεταθεὶς τὰς ἡδονὰς ἀπὸ τῶν αἰσχίστων ἐπὶ τὰ κοσμιώτατα, ἀπὸ τῆς γαστρὸς ἐπὶ τὰς ἀκοάς·

ἢ οὐδὲ τοῦτο ἀπόχρη, εὐωχεῖν τὰς ἀκοὰς εἰκῇ καὶ ἀναί |δην,[*](98b) [*]((Κ 13)) αὐλῶν συρίγγων τ᾿ ἐνοπῇ, [*](2 ἐκ Βαβυλῶνος ἥκων spectat Μηδικὴν χλιδὴν or. 32. 3 b συνήθης πολυτελεῖ τραπέζῃ cf Porphyr. ad Marcell. 29 κρεῖττον θαρρεῖν . . ἢ ταράττεσθαι ἔχοντι πολυτελῆ τράπεζαν Epicur. ad Menoec. (Usener p 249) οὐ γὰρ . . . . ὅσα φέρει πολυτελὴς τράπεζα τὸν ἡδὺν γεννᾷ βίον al || 5 λωτοῦ . . Σειρήνων scil. ἡδονῆς et ἐπιθυ- μιῶν vi.ad or.14 4d || 17 αὐλῶν sq.vi.or. 30.3i cf Dio Chrys.ll53) [*](2.3 πολυτελεῖ τραπέζῃ quod respicit v (: τέλη) ubi legitur καὶ τέλη αἱ δαπαναὶ ὅθεν καὶ πολυτελὴς τράπεζα) [*](1 in mge (rubr. col.) ὅτι οἱ βάρβαροι τραπέζαις πολυτελέσι χαίρουσι καὶ οἴνῳ· ἀδηφάγοι γὰρ καὶ μέθυσ |οι (οι atram. addit.) Ν) [*](1 δημωδέστατος R! Heins. δημωδεστάτης certt. (δ Δ) | οἵαν κᾂν Markl. 3 ᾠδὴν ΜΝ || 4 φῂς Ϛ(δ Δ) 5 μελιηδέος Steph. (δ Δ) μὲν ἡδέος codd. |σηρήνων Ν συρήνων φ || 7 λέγοιτο ΜΝ λέγει τῷ α(δ) λέγει H etita Knebel Hahn || 7. 8 τῷ γάρ Reiske || 10 ἔπαινος δ ἐς Hob. ἔπαινος δὲ RMN ἐπαινεῖν δὲ φα(δ Δ) πιαίνεσθαι (vel tale quid) δὲ Schenkl || 11 ἀκροωμένος (suprascr.υ) R! || 12 οἵαν(αν in ras.) || 13 μιμήσηται α(θ) μιμήσαιτο Duk. Meiser || 15 ἀπο- χρην Markl. || 16 ἀνέδην Heins.Schottus (Δ) || 17 ἐνοπὴν Homerus )

269
καὶ ἀνθρώπων ὁμάδῳ, ἀλλὰ κἀνταῦθα τέχνης δεῖ κατακοσμούσης τὴν ἀκοῆς εὐωχίαν ἁρμονίᾳ δεξιᾷ.

Καὶ τίς ἂν ἡμῖν ἡ τοιαύτη ἁρμονία γένοιτο; ἀγαπῶ μὲν γὰρ ἔγωγε τὴν ἐκ μελῶν ἡδονὴν προσιοῦσαν ταῖς ἀκοαῖς, ἢ διʼ αὐλῶν ἐμπνεομένων, ἢ διὰ λύρας κρουομένης, ἢ διʼ ἄλλού του μουσικοῦ ὀργάνου δυναμένου χορηγεῖν καὶ ἐπιπέμπειν ἡμῖν προσηνὲς μέλος·

δείδια δέ, μὴ ταυτὶ τὰ μέλη ἡδονὴν μέν τινα ἔχῃ κεκραμένην ὑπὸ τέχνης καλῶς, ἄσημα δὲ ὄντα καὶ ἄλογα καὶ ἄφωνα μηδὲν μέγα τῇ ψυχῇ εἰς εὐφροσύνην συντελεῖ.

Εἰ γάρ τις ἐθέλοι παραβαλεῖν τὴν ἐκ μελῶν ἡδονὴν τῇ τῶν λόγων, ἐοίκοι ἂν ὁ μὲν λόγος σιτίοις, τὸ δὲ μέλος ὀδμαῖς· ὧν τὰ μὲν εἰς ὑποτροφὴν προσφορώτατα, ὀδμὴ δέ, καὶ ἐνοδμή, κιβδηλότατον ἐν ἡδονῇ χρῆμα, καὶ ἐν τροφῇ ἀσθενέστατον.

Εὐωχητέον οὖν τὰς ἀκοάς, τρέφοντας ὁμοῦ, τὰς μὲν ὀδμὰς ταύτας τὰς ἐκ τῶν μελῶν παραπεμπομένους, τὰ δὲ ἐκ λόγων σιτία προσάγοντας αὐταῖς.

Ἐπεὶ τοίνυν λόγῳ, καὶ οὐκ ἄλλῴ τῳ, χαίρειν εἰκὸς δαιτυμόνας δεξιούς τινας, καὶ λόγους αὐτοῖς παραθήσομεν φέροντες ἄρα, οἳ μὲν μιμοῦνται τὰς ἐν δικαστηρίοις ἔριδας καὶ φιλονεικίας, ἐπιτεχνήσεις καὶ [*](3 ἀγαπῶ sq simil. vi or. 1. 2 a; 12. 1 d || 21 ἔριδας καὶ φι- λονικίας scil. σοφιστῶν vi. or. 26. 2 g; 1 8 a etiam or. 30. 1 d) [*](1 ὀμάδῳ R!M ὁμάδῳ cett. (δΔ) | δεῖν Markl. || 2 ἁρμονίᾳ (ᾳ in ras.) R! ||4 ἐκ] τῶν α(δ) || 7 δέδια α(δΔ) || 8 ἔχειν MN || 9 ὑπὸ τῆς τέχνης MNα(δ Δ°) || 10 συντελεῖν MN συντελῇ α(δΔ) || 13 14 καὶ ἐν ὀδμὴ MN καὶ ὀδμὴ φα(θ) καὶ εὐοδμὴ κᾂν εὔοδμος Dav.2 κᾂν εὐοδμῇ Markl. (Duebn.) καὶ εὐοδμία Meiser καὶ ἡ ἡδίστη Reiske 14 ἐν 〈ἡδονῇ〉 χρῆμα Hob. εν χρῆμα R ἐστι χρῆμα cett. (δΔ) ἐν del. Scbenkl || 15 ἀσθενέστατον //////// εὐωχητέον R || 16 ὁμοῦ τὰς μὲν] οὐ μὲν οὖν τὰς Duk. || 16. 17 παραπεμπομένας M (pr man.) α(δ) corr. Scaliger Heins οὐ (vel μὴ) παραπεμπομένους Reiske || 19 δεξιούς, τίνας φ α(δ Δ || 20 ἆρα Markl. (Duebn.) ἅμα Duk. | οἷ μὲν R! ο (del. μὲν) Markl. (Duebn.) 21 〈καὶ〉 ἐπι- τεχνήσεις Schottus ἐπιτεχνήτους Reiske)

270
μάχας, κρατύνοντες μὲν τὰ ἄδικα, ἐπικοσμοῦντες δὲ τὰ αἰσχρά, κιβδηλεύοντες τἀληθῆ, ὑγιὲς δὲ οὐδέν, οὐδὲ ἄδολον, οὐδὲ ἐν τῷ τῆς φύσεως ἐπιχωρίῳ μένειν ἐῶντες, ἀλλʼ αὐτὸ ἐκεῖνο, οἷόν περ οἱ τῶν ἀνδραπόδων κάπηλοι, οἳ σώματα παραλαβόντες ἀπλᾶ ὑφʼ ἡλίῳ καθαρῷ καὶ ἀέρι ἐλευθέρῳ τεθραμμένα, σκιατροφοῦντες ταῦτα καὶ λεαίνοντες, λυμαίνονται αὐτῶν τὴν | ἀπʼ [*](99a) ἀρχῆς δημιουργίαν, ἣν ἡ φύσις αὐτοῖς περιέβαλλεν κρείττονα τέχνης.