Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Εἶεν. Ὁ ἔρως ἡμῖν κάλλους ἦν ἔρως· ὁ δὲ ἐρῶν ἄλλου του, καὶ μὴ κάλλους, ἡδονῆς ἐρᾷ. Ἀφαιρῶμεν δέ, εἰ βούλει, τοὔνομα, καὶ ἐπιθυμεῖν λέγωμεν τοῦτον, [*](3.4 Αἰγυπτίων . . Βαβυλῶνα . . Σάρδεις sq. vi. or 29. 2 f ὑπο- πτεύων sq. || 18 ἐπιθυμεῖν λέγωμεν τοῦτον, ἀλλ᾿ οὐκ ἐρᾶν cf. Plat Phaedr. 237 d Plut. am. 21 πρὸς ἐκείνους μαχόμεθα τοὺς λόγους οὓς Ζεύξιππος ἀρτίως διῆλθεν . . ἐπιθυμίᾳ τὸν ἔρωτα ταὐτὸ ποιῶν ἀκαταστάτῳ καὶ πρὸς τὸ ἀκόλαστον ἐκφερούσῃ τὴν ψυχήν) [*](3.4 Αἰγυπτίων — 8. 9 εὐχρυσοτάτας p) [*](8 in mge σημείωσαι (schol. recent.) R!) [*](1 γαυροτάτῳ, 〈ἢ ἐν τιμῇ τῷ πάντων κενωτάτῳ·〉 Σικελίαν Reiske || 3 οὐδαμοῦ· εἰ δέ μοι ἢ διὰ τὴν RMN φ οὐδαμοῦ οὐδέ μοι ἢ τὴν α(θ) οὐδαμοῦ· οὐδ᾿ εἴ μοι νὴ Δία τὴν Markl. (Duebn.) || 4 γῆν λέγοις] μοι λέγεις γῆν p || 5.6 lacunam (post ποταμόν) indic. et expl. Hob. || 6 τὴν (post αὐτὴν) om. Duebn. αὖ τὴν Markl || 6. 7 εὐτυχεστάτην φα(δ) || 9 τοσοῦτον α(δ) 10 ὅσονπερ α(δ) || 13 εἰς (ante σφαλερὸν) del. Markl. (Duebn.) 18 τοῦτο Markl.)

259
ἀλλ᾿ οὐκ ἐρᾶν, ἵνα μὴ τῇ περὶ τὴν φωνὴν παρανομίᾳ πρᾶγμα ὑπαλλάξαντες λάθωμεν, ἀλλ᾿ οὐ τοὔνομα μόνον.

[*](95b)

Ἔστω τοίνυν ἔρως μὲν κάλλους, ἐπιθυμία δὲ ἡ |δονῆς. τοίνυν κάλλους ἐρῶν ἆρα οὐκ ἐπιθυμεῖ αὐτοῦ; καὶ μάλα.

Σχολῇ γὰρ ἂν εἴη τι ἄλλο ὁ ἔρως, εἰ μὴ ὄρεξίς τις.

Παραιτοῦμαι δὲ τοὺς σοφοὺς τῆς || τῶν ὀνομάτων [*](Ed. Duebn. p. 109 e) θήρας, εἰ τὸ αὐτὸ νῦν μὲν ὄρεξιν, νῦν δὲ ἐπιθυμίαν καλῶ· ἐγὼ γάρ τοι τά τε ἄλλα, καὶ ἐν τῇ τῶν ὀνομάτων ἐλευθερίᾳ πείθομαι Πλάτωνι.

Ἔστω δέ, εἰ βούλονται, ὄρεξις, καὶ μὴ ἐπιθυμία ὁ ἔρως. Διῃρήσθωο δὲ τῇδε· ἐὰν μὲν ἐπὶ τὸ καλὸν φαινόμενον ἡ ψυχὴ ἄξῃ, ἔρως καλείσθω τοῦτο, οὐκ ἐπιθυμία· ἐὰν δὲ μή, ἐπιθυμία καλείσθω τοῦτο, οὐκ ἔρως.