Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Σχολῇ γὰρ ἂν εἴη ἔρως, εἰ μὴ κάλλους εἴη. Ὁπόταν λέγωμεν ἐρᾶν χρημάτων Δαρεῖον, ἢ Ξέρξην τῆς Ἑλλήνων γῆς, ἢ [*](95a)Κλέαρχον πολέμου, ἢ Ἀγησίλαον τιμῆς, |ἢ Κριτίαν τυραννίδος, ἢ Ἀλκιβιάδην Σικελίας, καὶ Γύλιππον χρυσίου, ἆρα κάλλος τὶ ὁρῶντες ἐμφαινόμενον, τὴν πρὸς αὐτὸ ἐπαγωγὴν ἔρωτα ἐπονομάζοντες, ἕκαστον τούτων ἐρᾶν φαμέν, τὸν μὲν τοῦδε, τὸν δὲ τοῦδε, ἄλλον ἄλλου; πολλοῦ γε καὶ δεῖ.

γὰρ ἂν τὰ αἴσχιστα τῶν ἐν ἀνθρώποις πραγμάτων τῷ μὴ προσήκοντι ὀνόματι ἐπικοσμοῦντες πλημμελοῖμεν ἂν εἰς τὸ ἀληθὲς αὐτό. Ποῦ γὰρ ἢ ἐν χρήμασιν κάλλος, τῷ 5 πάντων πραγμάτων ‘καλλίστῳ’; ἢ ἐν πολέμῳ, τῷ πάντων ἀβεβαιοτάτῳ; ἢ ἐν τυραννίδι, τῷ πάντων ἀγριωτάτῳ; ἢ

[*](1 Ξέρξην vi. or. 20. 7 c || 1. 2 Κριτόβουλον vi. or. 20. 8 a 3 ὁ ἔρως sq. cf. Plat symp. 201 a ἀλλ᾿ εἰ τοῦτο οὕτως ἔχει, ἄλλο τι ὁ ἔρως κάλλους ἂν εἴη ἔρως, αἴσχρους δ᾿ οὐ sq. || ὁ ὁπόταν sq. vi. or. 23.6 d || 8 Ἀλκιβιάδην Σικελίας vi. or. 7. 4 g; 11. 6 d; 27. 6 c etiam simil. or. 23. 6 f ἐπιθυμοῦσιν Ἀθηναῖοι)[*](5 λέγωμεν — 9 χρυσίου p)[*](8 in mge Γύλϊππος (schol. recent.) R! || 16 καλλίστῳ] in mge κακίστῳ (man. posteriore sed antiqua))[*](1. 2 Κριτόβουλον] Κριτίαν Dav. || 2 καὶ (ante ἀνατιθέναι) om. Δ | πρᾶγμαθεον (suprascr. ἄ man. antiqua) R! πρᾶγμά ἐστιν ἄθεον Reiske | 〈τοῦτο δὲ〉 πῶς Reiske || 4 σχολὴ R || 5 ὁπόταν R ὁπότ᾿ οὖν certt. (δ Δ) | λέγωμεν R λέγομεν certt (δ Δ) 8 καὶ| ἢ Markl || 9 τὶ] τινι (vel πῃ) Reiske | ὁρῶντας Meiser 12 〈καὶ〉 ἄλλον α(δ) || 15 ποῦ R! MN πῶς φα(δ Δ) || 16 καλ- λίστῳ (scil. ex hominum, non e Maximi sententia)] κακίστῳ φα (δ Δ) ἀβεβαιοτάτῳ Reiske ||16. 17 ἀβεβαιοτάτῳ] κακίστῳ Reiske )

ἐν χρυσῷ, τῷ πάντων γαυροτάτῳ; Σκελίαν δὲ εἴ μοι λέγοις, ἢ τὴν Ἑλλήνων γῆν, ἐλπίδας λέγεις ἡδονῶν, κάλλος δὲ οὐδαμοῦ·

εἰ δέ μοι, νὴ Δία, τὴν Αἰγυπτίων γῆν λέγοις τὴν τὰς πυραμίδας ἔχουσαν τὰς μεγάλας, καὶ τὸν πολύν ποταμόν, οὐδὲ ταύτην λέγεις ἔχουσαν τὸ καλόν, οὐδὲ Βαβυλῶνα αὐτὴν τὴν εὐτειχοτάτην, οὐδὲ Μηδίαν τὴν εὐιπποτάτην, οὐδὲ τὴν Φρυγῶν γῆν τὴν εὐβοτωτάτην, οὐδὲ Σάρδεις τὰς εὐχρυσοτάτας. Ἕκαστον γὰρ τούτων τοσούτου δεῖ εἶναι καλόν, ὅσουπερ καὶ ἡδύ· μᾶλλον μὲν ἡδύ τῷ δυναμένῳ πορίσασθαι ἐξ αὐτοῦ ἡδονήν, ἢ καλὸν τῷ μὴ δυναμένῳ ἐξ αὐτοῦ ὄνασθαι·

οὐδὲν γὰρ καλὸν ἐπιβλαβές, οὐδὲ [εἰς] σφαλερόν, οὐδὲ εἰς μοχθηρίαν συντελοῦν, οὐδὲ εἰς δυστυχίαν ἄγον, οὐδὲ εἰς συμφορὰν ειραγωγοῦν, οὐδὲ εἰς μετάγνωσιν τελευτῶν.