Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Καὶ Ἕλληνες μὲν θύουσιν καὶ ἀνθρώποις ἀγαθοῖς, καὶ τιμῶνται μὲν αὐτῶν αἱ ἀρεταί, ἀμνημονοῦνται δὲ αἱ συμφοραί·

παρὰ δὲ Αἰγυπτίοις ἰσοτιμίαν ἔχει τὸ θεῖον τιμῆς καὶ δακρύων.

Γυναικὶ Αἰγυπτίᾳ θρέμμα ἦν κροκόδειλος σκύλαξ· ἐμακάριζον οἱ Αἰγύπτιοι τὴν γυναῖκα, ὡς τιθηνουμένην θεόν τινα ἑαυτῶν, καὶ προσετρέποντο καὶ αὐτὴν καὶ τὸν τρόφιμον·

ἦν αὐτῇ παῖς ἄρτι ἡβάσκων, ἡλικιώτης τοῦ θεοῦ, συναθύρων αὐτῷ καὶ συντρεφόμενος·

ὁ δὲ τέως μὲν ὑπὸ ἀσθενείας ἦν τιθασός, προελθὼν δὲ εἰς μέγεθος ἤλεγξεν τὴν φύσιν, καὶ διέφθειρεν τὸν παῖδα·

ἡ δὲ δύστηνος Αἰγυπτία ἐμακάριζεν τὸν [*](26b)υἱὸν τοῦ θανάτου, ὡς γε | νόμενον δῶρον ἐφεστίῳ θεῷ.

[*](4 ἀποθνήσκει θεὸς scil. Osiris cf. Xenophan. ap. Plut. amat. 18. 12 (736 d) Aristot. rhet. II 26 (1400b) Diels Vorsocr. 40.13 || 7 ἀνθρώποις sq. cf. Cicer. nat. deor. l 42.119 || 10 γυ- ναικὶ scil. ex Ombitarum genere cf. Aelian. nat. anim. X 21)[*](10 γυναικὶ — 18 ἐφεστίῳ θεῷ Apostol. X 17)[*](2 θρέματα MN || ὧν (in ras. ex ως?) R! || 3 ταπειναὶ δὲ αἱ ὄψεις Bφ || 4 τιμή (τι in ras. ex τμ) R! || 7 θύουσιν] πενθοῦσι Markl. | ἀνθρώπους ἀγαθοὺς Markl. ἀνθρώποις, ἀγαθοῖς δὲ Reiske || 9 ἰσομοιρίαν Wilam. | μὲν ἔχει MNα(δ) || 10 in mge ἰστέον (vet. schol. b) R! | κροκοδείλου φα(δ Δ) || 11 ἐπιτιθηνου- μένην Apost. || 12 θεόν τινα ἑαυτῶν Hob. θεόν τινας αὐτῶν RM θεόν τίνες αὐτῶν BN φ Apost. (Wilam .) θεόν τινὲς δὲ αὐτῶν α(δ Δ) προσετρέποντο lacobs (Anim. in Eurip. p. 125) προσετρίπτοντο RMN (recte ?) προσέρριπτον HB Apost. προσε- θρύπτοντο α (θ) προσέπτυσσοντο Dav. || 13 ἄρτι om. Apost. 15 τιθασὸς α(θ) || 19 δῶρον ] δόρπον Reiske)
24
[*](Δ΄)

Τὰ μὲν Αἰγυπτίων τοιαῦτα. Ἀλέξανδρος δὲ ἐκεῖνος, Πέρσας ἑλών, καὶ Βαβυλῶνος κρατήσας, καὶ Δαρεῖον χειρωσάμενος, ἦλθεν εἰς τὴν Ἰνδῶν γῆν ἄβατον οὖσαν τέως στρατιὰ ξένῃ, ὡς Ἰνδοὶ ἔλεγον, πλήν γε Διονύσου καὶ Ἀλεξάνδρου.

Ἐστασίαζον Ἰνδοὶ βασιλεῖς Πῶρος καὶ Ταξίλης. Πῶρον μὲν λαμβάνει ὁ Ἀλέξανδρος, Ταξίλην δὲ κατὰ φιλίαν παρεστήσατο.