Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

εἰ γὰρ ἀνθρώπου ψυχὴ ἐγγύτατον θεῷ καὶ ἐμφερέστατον, οὐ δήπου εἰκὸς τὸ ὁμοιότατον αὐτῷ περιβαλεῖν, τὸν θεόν, σκήνει ἀτοπωτάτῳ, ἀλλʼ ὅπερ ἔμελλεν ψυχῆς ἀθανάτοις εὔφορόν τε ἔσεσθαι καὶ κοῦφον καὶ εὐκίνητον μόνον, τοῦτο τῶν ἐν γῇ σωμάτων ἀνατεῖνον τὴν κορυφὴν ὑψοῦ, σοβαρὸν, καὶ γαῦρον, καὶ σύμμετρον, οὔτε διὰ μέγεθος ἐκπληκτικόν, οὔτε διὰ χαίτην φοβερόν, οὔτε διὰ βάρος δυσκίνητον, οὔτε διὰ λειότητα ὀλισθηρόν, οὔτε διὰ τραχύτητα ἀντίτυπον, οὔτε διὰ ψυχρότητα ἑρπηστικόν, οὔτε ἰταμὸν διὰ θερμότητα, οὔτε νηκτὸν διὰ μανότητα, οὐκ ὠμοφάγον διʼ ἀγριότητα, οὐ ποιηφάγον διʼ ἀσθένειαν, ἀλλὰ κεκραμένον μουσικῶς πρὸς τὰ αὐτοῦ ἔργα·

φοβερὸν μὲν δειλοῖς, ἥμερον δὲ ἀγαθοῖς, βαδιστικὸν μὲν τῇ φύσει, πτηνὸν δὲ τῷ λόγῳ, νηκτὸν δὲ τέχνῃ, σιτοφάγον καὶ [*](4 ἡ ἀξίωσις aq. scil. Epicureorum cf. Cicer nat. deor. l 18. 46 Dio Chrys. XII 60 || 6 ἐγγύτατον θεῷ sq. cf. Cicer. nat. deor. l 18. 47 || 8 σκήνει cf. Plat. Axioch. 336 a Theages ap. Stob. ecl. l 8 || 11 σύμμετρον vi or. 36. 1 c τὸ δὲ σῶμα sq. || 19 βαδιστικὸν τῇ φύσει ═ or. 10. 9 a) [*](1 in mge Α΄ (vet. schol. u) R! σημείωσαι N || 2 ἐνόμισε nescio unde δ Δ || 6 ἡ γὰρ α(δ) || 7 αὐτῷ 〈τῶ ἀνομοιοτάτῳ〉 Reiske || 8 τὸν (ante θεὸν) om. B || 9 ψυχαῖς HB(Δ) | ἀθανάτου MN Nφα(δ) | εὔμορφόν Markl || 10 τοῦτο μόνον α(δ) τοῦτο τὸ μόνον Heins. || 11 κορυφὴν] κεφαλὴν MNα(δ) ,,ex glossa“ Dav ,,e prima editione“ Markl. || 12 χαίτην] ἀλκὴν Markl. || 15 ἐρπι- στικόν R ἑρπυστικόν cett (δ Δ0) || 18 αὐτὰ BMN || 19 δειλοῖς] τοῖς φαύλοις Markl. || 20 τῇ τέχνῃ HBMN(Δ) | σιτοφάγον sq.] καὶ γεωπόνον, σιτοφάγον καὶ καρποφάγον Heina.)

22
γεωπόνον καὶ καρποφάγον καὶ εὔχρουν καὶ εὐσταλὲς καὶ εὐωπὸν καὶ εὐγένειον, διὰ τοιούτου σώματος τύπων τοὺς θεοὺς τιμᾶν ἐνόμισαν οἱ Ἕλληνες.

Τὸ δὲ βαρβαρικόν, ὁμοίως μὲν ἅπαντες ξυνετοὶ τοῦ [*](Β΄)θεοῦ, κατεστήσαντο δὲ αὐτοῖς σημεῖα ἄλλοι ἄλλα.

Πέρσαι μὲν πῦρ, ἄγαλμα ἐφήμερον, ἀκόρεστον καὶ ἀδηφάγον· καὶ θύουσιν | Πέρσαι πυρί, ἐπιφοροῦντες αὐτῷ τὴν [*](26a) πυρὸς τροφήν, ἐπιλέγοντες· [*](CH)

  • πῦρ δέσποτα, ἔσθιε.
  • Ἄξιον δὲ πρὸς τοὺς Πέρσας εἰπεῖν, Ὦ πάντων γενῶν ἀνοητότατον, οἱ τοσούτων καὶ τηλικούτων ἀγαλμάτων ἀμελήσαντες, γῆς ἡμέρου, καὶ ἡλίου λαμπροῦ, καὶ θαλάττης πλοΐμου, καὶ ποταμῶν γονίμων, καὶ ἀέρος τροφίμου, καὶ αὐτοῦ οὐρανοῦ, περὶ ἓν μάλιστα ἀσχολεῖσθε τὸ ἀγριώτατον καὶ ὀξύτατον, οὐ ξύλων αὐτῷ τροφὴν χορηγοῦντες μόνον, οὐδὲ ἱερείων, οὐδὲ θυμιαμάτων· ἀλλὰ τούτῳ τῷ ἀγάλματι καὶ τούτῳ τῷ θεῷ καὶ τὴν Ἐρετρίαν ἀναλῶσαι δεδώκατε, καὶ τὰς [*](Ed. Duebn. p. 29)Ἀθή ||νας αὐτάς, καὶ τὰ Ἰώνων ἱερά, καὶ τὰ Ἑλλή- νων ἀγάλματα.

    [*](Γ΄)

    Μέμφομαι καὶ τὸν Αἰγυπτίων νόμον. Βοῦν ἐκεῖνοι [*](5 ἄλλοι ἄλλα cf. Xenoph. Anab. l 4. 9 de Syriis | Πέρσαι sq. cf. Lucian lup. trag. 42 (690) Strabo XV 732 Clem. Alex. protr. 32 || 18 Ἐρετρίαν sq. vi. or. 23.6 e || 19 ἱερὰ sq. cf. Cicer. nat. deor l 41. 115 || 21 Αἰγυπτίων sq. cf Lucian. deor. conc. 10 (533) Dio Chrys. 12. 59 | βοῦν cf Cicer nat. deor. l 29. 82) [*](7 καὶ θύουσιν — 8 τροφὴν ν (: ἐπιφοροῦντες)) [*](1 εὔχνουν R | εὐσταλὲς Hob. cum φ (‘decenti praeditum staturaʼ σ2) R (εὐσταθὲς) B (εὐσταλῆ) εὐσταθὲς cett. (δ Δ) εὔστη- θες Reiske || 2 εὔοπτον B εὔωπον Wilam. || 4 ἅπαντες μὲν MNα(θ) 5 et 21 in mge Βʹ et Γ΄ (vet schol. u) R! | αὐτοῖς α (Heins. Wilam .) || 6 ἀδηφάγον MB ἀδηφάγον α(δΔ) || 7 τὴν om. Bv (Ed. pr .) || 9 in mge CH(MEIWCAI) (vet. schol. u) R! || 10 γενῶν (εν in ras .) R! || 13 πλωΐμου MNα(θ))

    23
    τιμῶσιν καὶ ὄρνιν καὶ τράγον καὶ τοῦ ποταμοῦ τοῦ Νείλου τὰ θρέμματα·

    ὧν θνητὰ μὲν τὰ σώματα, δειλοὶ δὲ οἱ βίοι, ταπεινὴ δὲ ἡ ὄψις, ἀγεννὴς δὲ ἡ θεραπεία, αἰσχρὰ δὲ ἡ τιμή.

    Ἀποθνήσκει θεὸς Αἰγυπτίοις, καὶ πενθεῖται θεός· καὶ δείκνυται παρʼ αὐτοῖς ἱερὸν θεοῦ, καὶ τάφος θεοῦ.