Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Καὶ τὰ μὲν ἄλλα ἅπόντα ἀποποιεῖται εἰδέναι, καὶ τούς περὶ ἀρετῆς λόγους, καὶ τὰς περὶ θεῶν δόξας, καὶ τὰ ἄλλα ἅπόντα, ἐφ᾿ οἷς οἱ σοφισταὶ ἐκόμων· τὴν δὲ ἐρωτικὴν τέχνην ὑποδύς, ταύτης καὶ ἐπιστήμων εἶναι, καὶ πραγματεύεσθαι περὶ αὐτὴν ἔλεγεν.

Τί βούλεται τῷ Σωκράτει ταυτὶ τὰ κομψά, εἴτε αἰνίγματα, εἴτε εἰρωνεύματα; ἀποκρινάσθω ἡμῖν ὑπὲρ τοῦ Σωκράτους Πλάτων, ἢ Ξενοφῶν, ἢ Αἰσχίνης, ἤ τις ἄλλος τῶν ὁμοφώνων αὐτῷ.

Ἐγὼ μὲν γὰρ θαυμάζω καὶ ἐκπλήττομαι, ὅπως τὰ μὲν Ὁμήρου ἔπη τῆς [*](Ed Duebn. p. 97)θαυμ||αστῆς πολιτείας καὶ τροφῆς τῶν νέων ἀπεπέμv [*](παροιμία) αὐτῷ Ὁμήρῳ, στεφανώσας τὸν ποιητὴν καὶ χρίσας μύρῳ·