Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Διὸ δὴ τὸ μὲν Ἀθηναίων θέατρον καὶ τὸ δικαστήριον ἐκεῖνο διαπέφευγεν· πρὸς τουτουσὶ δὲ τοὺς νυνὶ κατηγόρους (οὐ γάρ εἰσιν ἐκείνων ἀμαχώτεροι) διαγωνισώμεθα τὸ πρῶτον τῇδε· ὡς οὐκ ἴδιον Σωκράτους τὸ ἐρωτικὸν ἐπιτήδευμα, ἀλλὰ μακρῷ πρεσβύτερον· μάρτυρα δὲ αὐτὸν Σωκράτην παραστησώμεθα, [*](3 ὅτι Κριτίας ἐτυράννησεν . . ὅτι Ἀλκιβιάδην ἐᾷ ὑβρίζειν cf. Xenoph. mem. l 2. 12 || 5 τὸν ἥττω λόγον κρείττω ποιεῖ cf. Plat. apol. 18 b || 6 ὀμνύει sq. cf. Lucian. vit auct. 16 | τῶν ἐρω- τικῶν . . ἀπέσχοντο sq simil. Athen. XIIl 556 a ἐξεῖναι καὶ δύο ἔχειν γυναῖκας τὸν βουλόμενον ὅθεν καὶ τοὺς τῆς κομῳδίας ποιητὰς ἀποσιωπῆσαι τοῦτο, πολλάκις τοῦ Σωκράτους μνημο- νεύοντας || 9 ὁ δεινότατος sq. cf. Plat. apol 18 b ἀλλ᾿ ἐκεῖνοι δεινότεροι sq.) [*](8 in mge Ἀριστοφάνης (schol recent.) R!) [*](1 Μελίτου φα(δ Δ°) || 2 μὲν R!N || 3 ἐτυράννευσε Μ(θ) 4 Ἀλκιβιάδης Δ (tacite) || 4.5 ἐᾷ ὑβρίζειν Hob. ἐξύβριζεν codd. (δ Δ) || 7 καὶ οἱ] καίτοι Reiske || 14 θέατρον (ον in ras.) R! 16 οὐ γάρ] καὶ γάρ Markl | ἀμαχώτεροι RH ἀμαχότεροι cert. Heins.)

227
ἐπαινοῦντα μὲν τὸ ἔργον καὶ θαυμάζοντα αὐξανό〈μενον, ἀπαρνού〉μενον δὲ αὐτοῦ τὴν εὕρεσιν.

Ἐπιδειξαμένου γὰρ αὐτῷ τοῦ Μυρινουσίου Φαίδρου λόγον ὑπὸ Λυσίου τοῦ Κεφάλου συγγεγραμμένον ἐρωτικόν, οὐκ ἔφη θαυμάζειν, πλῆρες τὸ στῆθος ἔχων ὥσπερ ἀγγεῖον, ἀλλοτρίων ναμάτων, ἦπου Σαπφοῦς τῆς καλῆς (οὕτω γὰρ αὐτὴν ὀνομάζων χαίρει διὰ τὴν ὥραν τῶν μελῶν, καίτοι μικρὰν [*](CH) οὖσαν καὶ μέλαιναν) ἢ Ἀνακρέοντος, φησίν, τοῦ σοφοῦ.

Τὸν δὲ ἐν τῷ συμποσίῳ λόγον, εἰς ἔρωτα ἔπαινον, Μαντινικῇ γυναικὶ ἀνατίθησιν·

ἀλλὰ εἴτε Μαντινική, εἴτε καὶ Λεσβία τὶς ἦν ἡ τοῦ λόγου μήτηρ, πάντως γε οὐκ ἴδιοι οἱ τοῦ Σωκράτους ἐρωτικοὶ λόγοι, οὐδὲ πρώτου· θεασώμεθα γὰρ οὕτως, ἀπὸ Ὁμήρου ἀρξάμενοι.