Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

ἐκεῖνοι μέν γε ἀδικεῖν γραψάμενοι Σωκράτην, καὶ τοὺς νέους διαφθείρειν, καὶ ὅτι μὲν Κριτίας ἐτυράννησεν, τοῦτο ἀδικεῖν ἔλεγον τὸν Σωκράτην, καὶ ὅτι Ἀλκιβιάδην ἐᾷ ὀμνύει τὴν πλάτανον καὶ τὸν κύνα·

τῶν δὲ ἐρωτικῶν τῶν Σωκράτους ἀπέ | σχοντο καὶ οἱ δεινοὶ οὗτοι συκοφάνται·

[*](86a)

ἀλλ᾿ οὐδὲ Ἀριστοφάνης τὰ Σωκράτους ἐν Διονυσίοις κωμῳδῶν, ὁ δεινότατος τῶν κατηγόρων, ἐλοιδορήσατο τῷ ἔρωτι τοῦ Σωκράτους· καίτοι πένητα εἰπών, καὶ ἀδολέσχην, καὶ σοφιστήν, καὶ πάντα μᾶλλον ἢ κακῶς ἐρῶντα.

ἦν, ὡς ἔοικεν, τὸ πρᾶγμα οὔτε τοῖς συκοφάνταις, οὔτε τοῖς κωμῳδοῖς ἐπιλήψιμον.