Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

τε γὰρ χρεία ξυνελήλαται αὐτοῖς εἰς τροφὴν ἀκριβῆ καὶ ἀκούσματα ἀναγκαῖα, οὐδὲν αὐθαίρετον, οὐδὲ αὐτεξούσιον, οὐδὲ οἷον ἄν δέξαιντο παρὰ μητέρων παῖδες ὑπὸ φήμης ἀλόγου πλασθέντα μῦθον· οὐδὲν γὰρ ἐκεῖ οὐδὲ ἐκ τοῦ προστυχόντος, οὔτε ἄκουσμα, οὔτε παίδευμα· οὔτε ἀθύρματα παρέλθοι ἂν εἰς τοιαύτην πόλιν, ὥστε καὶ δεηθῆναι Ὁμήρου, τὰς οὔσας περὶ θεῶν δόξας ἐμμελῶς μεγαλύνοντος, καὶ τρέφοντος τὰς τῶν πολλῶν ψυχὰς ἐκ ταπεινῆς φαντασίας εἰς ἔκπληξιν.

Τοῦτο γάρ τοι δύναται ποιητοῦ λόγος ἐμπεσὼν ἀκοαῖς τεθραμμέναις ‖ κακῶς, περιβομβεῖν αὐτάς, καὶ μὴ παρέχειν σχολὴν [*](Ed. Duebu. p. 94) διαπιστεύειν τοῖς εἰκῇ θρυλουμένοις λόγοις, ἀλλʼ εἰδέναι μὲν ὅτι ποιητικὴ πᾶσα αἰνίττεται, καταμαντεύεσθαι δὲ τῶν αἰνιγμάτων μεγαλοπρεπῶς, κατὰ τὴν θεῶν δίκην.

Ὁπόθεν δὲ ἐξελήλαται τὸ ταπεινὸν πᾶν καὶ τὸ ἠμελημένον, τί δεῖ ἐνταῦθα τοιούτου φαρμάκου; περὶ

Τὸν Ἀνάχαρσιν ἐκεῖνον ἤρετο Ἕλλην ἀνήρ, εἰ ἔστιν [*](cf. Plut. aud. poet. 1 ἐθιζομένους ἐν τῷ τέρποντι τὸ χρήσιμον ζητεῖν) [*](11 τοῦτο sq. vi. or. 26. 2 d etiam or. 4. 6 a sq. cf. Plut. aud. poet. 1 τοὺς λόγους ἡ ποίησις ἐκ φιλοσοφίας ἀναλαμβάνουσα μιγνυμένοις πρὸς τὸ μυθῶδες, ἐλαφρὰν καὶ προσφιλῆ παρέχει τοῖς νέοις τὴν μάθησιν sq. ‖ 13 μὴ παρέχειν σχολὴν sq vi. or 1.8 e ‖ 19 τὸν Ἀνάχαρσιν sq. cf. Diog. Laert. l 104 vi etiam or. 25.1 a sq. cf. Plat. republ. 10. 600 a Stob. flor. 5 73 Philolog. lV 458) [*](2 συνελήλαται α(δ Δ°) ‖ 3 ἀκριβῆ 〈ἥτε ἡδονή, εἰς θεάματα〉 καὶ Reiske ‖ 6 πλασθέντα (σθ in ras.) R! | ἐκεῖ] εἰκῇ α(δ Δ) 7.8 ἄθυρματα] ἄθυρμά τι Schenkl ἄθυρμα φα(δ Δ) ‖ 10 τρέπον- τος φα(δ Δ) | πολλῶν] πολιτῶν Markl. ‖ 13 post σχολὴν lacu- nam suspicatur Schenkl σχολὴν μὴ Reiske ‖ 14 διαπιστεῖν Duk. (Duebn.) | θρυλλουμένοις ϛ (δΔ°) ‖ 14. 15 ἀλλʼ εἰδέναι suspectat Duebn. | μὲν 〈δεῖ〉 ὅτι Meiser ‖ 19 in mge περὶ Ἀναχάρσιδος (vet. schol. u) R!)

214
[*](CH)αὐλητικὴ ἐν Σκύθαις· Ὁὐδὲ ἄμπελοι,᾿ ἔφη. Ἄλλη γὰρ ἄλλην παρακαλεῖ ἡδονήν, καὶ ἐστὶν ξυμφυὲς τὸ χρῆμα, καὶ ἄπαυστον, καὶ ἀέναον, ἐπειδὰν ἄρξηται ῥεῖν· καὶ μία μηχανὴ πρὸς σωτηρίαν, στῆσαι τὰς πηγάς, καὶ

ἀποφράξαι τὴν ἡδονῶν γένεσιν. δὴ τοιαύτη πόλις, ἣν συνεστήσατο ὁ Πλάτων, ἄβατος ἡδονῇ, καὶ ἀδεὴς θεαμάτων καὶ ἀκουσμάτων· ὥστε οὔτε εἰ ποιητικὴ παρα |σκευαστικὸν ἡδονῆς, εἰσδέξαιτο ἂν αὐτήν, καὶ [*](82b) πολὺ μᾶλλον κατὰ τὴν χρείαν.

Ἐῶ λέγειν ὅτι καὶ τῶν ἐν ἀνθρώποις γενῶν οὐ λόγῳ μόνον πλαττόμεναι πόλεις, ἀλλὰ καὶ ἔργῳ γενόμεναι πολλαὶ καὶ πολιτευθεῖσαι ὑγιῶς, καὶ ξυνοικισθεῖσαι νομίμως, ἀγνοοῦσιν τὸν Ὅμηρον. Ὀψὲ μὲν γὰρ ἡ Σπάρτη ῥαψῳδεῖ, ὀψὲ δὲ καὶ ἡ Κρήτη, ὀψὲ δὲ καὶ τὸ Δωρικὸν ἐν Λιβύῃ γένος·ἐπαινοῦνται δὲ οὐκ ὀψέ, ἀλλʼ ἐκ παλαιᾶς ἀρετῆς.