Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

τε γὰρ χρεία ξυνελήλαται αὐτοῖς εἰς τροφὴν ἀκριβῆ καὶ ἀκούσματα ἀναγκαῖα, οὐδὲν αὐθαίρετον, οὐδὲ αὐτεξούσιον, οὐδὲ οἷον ἄν δέξαιντο παρὰ μητέρων παῖδες ὑπὸ φήμης ἀλόγου πλασθέντα μῦθον· οὐδὲν γὰρ ἐκεῖ οὐδὲ ἐκ τοῦ προστυχόντος, οὔτε ἄκουσμα, οὔτε παίδευμα· οὔτε ἀθύρματα παρέλθοι ἂν εἰς τοιαύτην πόλιν, ὥστε καὶ δεηθῆναι Ὁμήρου, τὰς οὔσας περὶ θεῶν δόξας ἐμμελῶς μεγαλύνοντος, καὶ τρέφοντος τὰς τῶν πολλῶν ψυχὰς ἐκ ταπεινῆς φαντασίας εἰς ἔκπληξιν.

Τοῦτο γάρ τοι δύναται ποιητοῦ λόγος ἐμπεσὼν ἀκοαῖς τεθραμμέναις ‖ κακῶς, περιβομβεῖν αὐτάς, καὶ μὴ παρέχειν σχολὴν [*](Ed. Duebu. p. 94) διαπιστεύειν τοῖς εἰκῇ θρυλουμένοις λόγοις, ἀλλʼ εἰδέναι μὲν ὅτι ποιητικὴ πᾶσα αἰνίττεται, καταμαντεύεσθαι δὲ τῶν αἰνιγμάτων μεγαλοπρεπῶς, κατὰ τὴν θεῶν δίκην.

Ὁπόθεν δὲ ἐξελήλαται τὸ ταπεινὸν πᾶν καὶ τὸ ἠμελημένον, τί δεῖ ἐνταῦθα τοιούτου φαρμάκου; περὶ