Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Οἶμαι δέ, εἰ καί τις ἦν ἐν ἀνθρώποις δύναμις πλαστικὴ σωμάτων σαρκίνων, ξυμφορήσαντες ἂν οἱ δημιουργοὶ τὰς δυνάμεις ξυμμέτρως γῆς καὶ πυρός, καὶ τῶν ὅσα τούτοις ἁρμοσθέντα τὲ καὶ ὁμολογήσαντα συνίστησιν τὴν σωμάτων φύσιν, ἀπέφηναν, ὥστε εἰκός, ἂν σῶμα ἀδεὲς φαρμάκου καὶ μαγγανευμάτων καὶ διαιτημάτων ἰατρικῶν.

Εἰ οὖν τις ἐκείνων τινὸς τῶν δημιουργῶν ἀκούσας, νομοθετοῦντος τοῖς ὑπʼ αὐτοῦ πλασθεῖσιν τῷ λόγῳ, ὅτι ἄρα δεήσονται οὐδὲ Ἱπποκράτους ἰωμένου σφᾶς, [*](παροι μίαι)ἀλλὰ χρὴ στέψαντας ἐρίῳ τὸν ἄνδρα καὶ χρίσαντας μύρῳ ἀποπέμπειν, παῤ ἄλλου εὐδοκιμήσοντα, ἐκεῖ ὅπου τὴν τέχνην παρακαλεῖ ἡ νόσος, κᾆτα ἀγανακτοίη πρὸς αὐτόν, ὡς ἀτιμάζοντα τὴν Ἀσκληπιοῦ καὶ τὴν Ἀσκληπιάδων τέχνην, ἆρα οὐ καταγέλαστος ἂν γίγνοιτο, αἰτίαν προσφέρων τῷ μὴ κατὰ ἀτιμίαν παραιτουμένῳ ἰατρικήν, ἀλλὰ μήτε κατὰ | χρείαν δεομένῳ [*](82 a) αὐτῆς, μήτε καθʼ ἡδονὴν ἀσπαζομένῳ;

Δύο γὰρ ὄντων τούτων, ὑφʼ ὧν Ὅμηρος καὶ Ησίοδος καὶ ὅστις ἄλλος ἐν ἁρμονίᾳ ποιητικῇ εὐδόκιμοι ἦσαν, χρείας καὶ ἡδονῆς, κατʼ οὐδέτερον αὐτοῖν ἐπιτήδεια [*](4 γῆς καὶ πυρός vi. or 27 4 e ‖ 11 χρὴ στέψαντας ἐρίῳ sq. vi. or 18. 5 b cf. Plat. republ. III 398 1 Dio Chrys. 53. 2 et 5 || 12 παῤ ἄλλου sq vi. supra § l d ἀπεῖναι δὲ sq. ‖ 14 Ἀσκλη- πιοῦ καὶ Ἀσκληπιάδων vi. or 14. 8 g ‖ 21 χρείας καὶ ἡδονῆς) [*](3.4 ξυμμέτρως (ως in ras R! ‖ 5 τὴν τῶν σωμάτων in mge N 6 ἀπέφηναν ἂν α(δ Δ) | ὥσγε εἰκὸς Reiske (Duebn.) ὡς εἰκὸς φα(δ) sed cf. Kuehner Gerth Gr. gr lI 2 493 5 | ἂν (ante σῶμα) om. α(δ Δ) | ἀνενδεὲς α(δ Δ°) | φαρμάκων N φα(δ Δ°) ‖ 8 δημιουρ- γικῶν Nα(δ) corr. Markl. ‖ 10 ἄρα 〈 Ἀσκληπιοῦ οὐ 〉 δεήσονται Steph | οὐδὲν Reiske | ἰωμένου ÷ σφᾶς R! ‖ 11 in mge παροιμίαι (═ παροιμίᾳ ?) (vet. schol. u) R! | στέψαντας (ας in ras. ex ες) R! ‖ 12 παῤ ἄλλους φα(δ Δ) παῤ ἄλλοις Reiske ‖ 14 τὴν] τῶν Reiske ‖ 15 Ἀσκληπιάδων RM (ut p. 216. 7 Βακχιάδων))

213
τὰ ἔπη τῇ Πλάτωνος πολιτείᾳ, οὔτε κατὰ τὴν χρείαν, οὔτε κατὰ τὴν ἡδονήν.