Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Εἰ δὲ δεῖ καὶ ἄλλας παρακαλέσαι εἰκόνας τῷ παρόντι λόγῳ σεμνοτέρας τῆς ΜιΜιθαίκου τέχνης·

Θηβαῖοι αὐλητικὴν ἐπιτηδεύουσιν, καὶ ἐστὶν ἡ διʼ αὐλῶν μοῦσα [*](6 ἀλλὰ — 8 αὐτίκα v (: τέλη) | τῶν — 8 γῆν p ‖ 20 Θηβαῖοι p 209. 6 πλέουσιν p) [*](6 in mge τέλη (schol. rec.) R! 20 in mge θηβαῖοι (man recentiss.) R!) [*](2 ἐς τὴν Mα(δ) ‖ 3 οὗτος ὁ ἀνὴρ M α(δ) οὗτος ἀνὴρ Knebel 〈Duebn.〉 | τῇ (ante πόλει) del. Reiske ‖ 4.5 εὐδοκίμον R ‖ 5 αὐτῇ Markl. ‖ 6 〈τοῦτον ἀνακαλεσάμενοι〉 τῶν p | ἀνακαλεσάμενοι τὸν ἄνδρα om. p ‖ 7 ἐξιέναι α(δ Δ) sed cf. Crönert p.254 adn. ‖ 8 μάλα p ‖ 9 ἐφιεμένους Reiske ἔφυμεν Hahn ἔφασαν Meiser πονεῖν 〈ποιεῖν M) δεῖσθαι] πόνοις ἥδεσθαι (vel πονεῖν del. [δεῖσθαι]) Reiske ‖ 12 ἀπιέναι Dav. (Duebn.) vi. supra ad v. 7 ‖ 13. 14 τέχνην, 〈ὑπὸ τῶν〉 διʼ Meiser ‖ 14 ἡδονὴν Reiske χρείας (ς in ras.) R! χρείαν Reiske ‖ 18 ἀτιμίαν (τι in ras.) R! )

209
ἐπιχώριος τοῖς Βοιωτοῖς· Ἀθηναῖοι λέγειν, καὶ ἐστὶν ἡ περὶ λόγους σπουδὴ τέχνη Ἀττική· παιδεύματα Κρητικὰ θῆραι, ὀρειβασίαι, τοξεῖαι, δρόμοι· τὰ Θετταλικὰ ἱππική, τὰ Κυρηναϊκὰ διφρεῖαι, τὰ Αἰτωλικὰ λῃστεῖαι· ἀκοντίζουσιν Ἀκαρνᾶνες, πελτάζουσιν Θρᾷκες, νησιῶται πλέουσιν.

Κἀν δὲ μεταθῇς τὰ ἐπιτηδεύματα πολλῶν πρὸς ἄλλους, νοθεύσεις τὰς τέχνας.

Τί γὰρ δεῖ ἠπειρώταις νεῶν; ἢ ἀμούσοις αὐλῶν; ἢ ὀρείοις ἵππων; ἤ πεδιάδα οἰκοῦσιν δρόμων; ἢ ὁπλίταις τόξων; ἢ τοξόταις

ἀσπίδων; Ὥσπερ οὖν ἐνταῦθα διεκληρώσαντο τὰς τέχνας οἱ τόποι, ἢ αἱ φύσεις τῶν χρωμένων, ἢ αἱ φιλίαι τῶν ἀπʼ ἀρχῆς ἐπιτηδευθέντων, καὶ οὐ ταὐτὰ ἕκαστον οὔτε πᾶσιν τίμιον διότι ἐνίοις, οὔτε ἄτιμον τισὶν ὅτι μὴ πᾶσιν, ἀλλὰ εὐδοκιμεῖ ἕκαστον κατὰ τὴν χρείαν τῶν λαβόντων·