Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ἦλθεν εἰς Σπάρτην Συρακόσιος σοφιστής, οὐ κατὰ τὴν Προδίκου καλλιλογίαν, οὐδὲ κατὰ τὴν Ἱππίου γενεολογίαν, οὐδὲ κατὰ τὴν Γοργίου ῥητορείαν, οὐδὲ κατὰ τὴν Θρασυμάχου ἀδικίαν, οὐδὲ κατʼ ἄλλην πραγματείαν λόγου παρεσκευασμένος·

ἀλλʼ ἦν τῷ Συρακοσίῳ σοφιστῇ ἡ τέχνη αὐτὸ ἔργον, κεκραμένον ὁμοῦ χρείᾳ καὶ ἡδονῇ. Τὰ γὰρ ὄψα καὶ τὰ σιτία ἡδυσμάτων συμμετρίαις καὶ κράσεσιν καὶ ποικιλίαις, καὶ τῆ διὰ πυρὸς ὁμιλίᾳ, αὐτὰ ἑαυτῶν προσφορώτατα εἶναι παρεσκεύαζεν· καὶ ἦν πολὺ τὸ Μιθαίδου καὶ [*](6 Προδίκου . . Ἱππίου . . Γοργίου cf. Dio Chrys. 54. 1 Themist. 13. 161 d ‖ 14 Μιθαίκου vi. or. 15. 4 b) [*](Codices RMN φ (Paccius) α (═ Stephanus): H (teste Davisio)) [*](5 ἦλθεν — 14 τὸ Μιθαίκου p) [*](5 in mage σοφιστὴς πρόδικος | ἱππίας | γοργίας | θρασύ- μαχος (schol. rec.) R! ‖ 14 in mge Μίθαικος (schol. rec.) R!) [*](1 ΙΖ´ R! ‖ 3 in mge κʹ R! | εἰ καλῶς (καλῶ suprascr. ς R!) Πλάτων — 4 παρῃτήσατο RH τοῦ αὐτοῦ εἰ sq. M εἰ καλῶς ὁ Πλάτων — παρῃτήσατο λόγ. ζʹ φα ‖ 6 τὴν τοῦ Προδίκου Nα(θ) ‖ 6. 7 γενεολογίαν (ut γενεογραφία Sophokles greek lexicon p. 327) RM γενεαλογίαν N p κενεολογίαν φα(δ Δ°) κενολογίαν Duebn. γενναιολογίαν (collat. Plat. Hipp. mai. 366 e) Schenkl 10 αὐτὸ] ἀρτυτικὴ Reiske ‖ 11 χρείᾳ om. p ‖ 13 αὐτὰ ἑαυτῶν om p ‖ 14. p. 208. 1 καὶ ὅσον] καὶ ὄνομα H (Δ) καὶ ὄνομα ἐν Heins. κλέος ἐν Scaliger (Duebn.) κλέος καὶ ὄνομα ἐν Markl lacunam suspicatur Steph. sed subaudito οὐκ οἶδ intellegas ‘per mag- numʼ vel ‘clarum’ ut or. 20. 1 d ἔργον εἶναι ὅσου )

208
ὅσον τοῖς Ἕλλησιν κατὰ ὀφοποιΐαν, ὥσπερ τὸ Φειδίου κατὰ ἀγαλματουργίαν·

ἧκεν δὴ καὶ εἰς τὴν Σπάρτην οὗτος ἀνὴρ δυναστεύουσαν τότε, ἐν ἀρχούσῃ τῇ πόλει καὶ δύναμιν γενναίαν περιβεβλημένῃ εὔελπις ὢν εὐδόκιμον αὐτῷ φανεῖσθαι τὴν τέχνην·

τὸ δὲ ἦν ἄρα οὐ τοιοῦτον· ἀλλὰ τῶν Λακεδαιμονίων τὰ τέλη ἀνακαλεσάμενοι [*](Ed. Duebn. p. 92)τὸν ‖ ἄνδρα, ἐκέλευον αὐτῷ ἐξεῖναι τῆς Σπάρτης αὐτίκα μάλʼ εἰς ἄλλην γῆν καὶ ἀνθρώπους ἄλλους — ‘ἐφίεμεν γὰρ ὑπὸ τοῦ πονεῖν δεῖσθαι τροφῆς ἀναγκαίας μᾶλλον ἢ τεχνικῆς, καὶ τὰ σώματα [*](80 b) ἔχειν ἀκολάκευτα καὶ ἀπλᾶ, καὶ μηδὲν ὀφοποιοῦ δεόμενα, οὐ μᾶλλον ἢ τὰ τῶν λεόντωνʼ — ἀπεῖναι δὲ ἐκεῖσε, ἔνθα καὶ εἰκὸς τιμηθήσεσθαι αὐτῷ τὴν τέχνην, διʼ ἡδονῆς καὶ χρείας τούς δημιουργοὺς αὐτῆς ἀσπαζομένων.

Οὕτω Μίθαικος ἐξῆλθεν Σπάρτης αὐτῇ τέχνῃ· παρεδέξαντο δὲ αὐτὸν οὐχ ἧττον οἱ ἄλλοι Ἕλληνες, κατὰ τὴν ἑαυτῶν ἡδονὴν ἀσπαζόμενοι, οὐ κατὰ τὴν παρὰ Λακεδαιμονίοις ἀτιμίαν εριδόντες.