Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Νέος μὲν γὰρ ὢν ὁ φιλόσοφος πραττέτω, λεγέτω, πολιτευέσθω, στρατευέσθω, ἀρχέτω. Καὶ γὰρ οἱ Πλάτωνος ἐπὶ Σικελίαν δρόμοι καὶ πόνοι, καὶ περὶ Δίωνα σπουδή, κατὰ τὴν ἀκμὴν ἐγίγνοντο τῆς ἡλικίας·

γηράσαντα [*](79 b)δʼ αὐτὸν ὑπεδέξατο Ἀκα|δημία, καὶ βαθεῖα σχολή, καὶ λόγοι καλοί, καὶ θεωρία ἄπταιστος, ἐν πολλῇ καὶ ἀμφιλαφεῖ ἀληθείᾳ κατατιθέμενον τὸ τοῦ βίου τέλος.

Καὶ Ξενοφῶντα νεανιευόμενον μὲν ἐν τοῖς ἔργοις φιλῶ, γηράσκοντα δὲ ἐν τοῖς λόγοις ἐπαινῶ.

Διίστησιν δὲ ἤδη καὶ τύχη· τὸν μὲν γὰρ δυνάμει καὶ πράξει ἀναγ‖καίᾳ περιέβαλλεν· τὸν δὲ σχολῇ καὶ ἡσυχίᾳ [*](Ed. Duobn. p.91) προσηνεῖ·

ὧν τὸν μὲν ἐπαινῶ ἐν τῷ ἀναγκαίῳ ἀνδριζόμενον· τὸν δὲ καὶ μακαρίζω μένον〈τα〉 καὶ ἐπαινῶ· μακαρίζω μὲν τῆς σχολῆς, ἐπαινῶ δὲ τῆς ἱστορίας.