Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ἀλλὰ τὸν μὲν ἐκ τῆς Εὐρώπης ἐπὶ τὴν Ἀσίαν πλέοντα, ἵνα ἴδῃ τὴν Αἰγυπτίων γῆν, καὶ τοῦ Νείλου τὰς ἐκβολάς, ἢ πυραμίδας ὑψηλάς, ἢ ὄρνεις ξένους, ἢ βοῦν, ἢ τράγον, μακαρίζομεν τῆς θέας· κἂν ἐπὶ τὸν Ἴστρον τὶς ἔλθῃ, κἂν τὸν Γάγγην ἴδῃ, κἄν τις αὐτόπτης γένηται Βαβυλῶνος κειμένης, ἢ τῶν ἐν Σάρδεσιν ποταμῶν, ἢ τῶν ἐν Ἰλίῳ τάφων, ἢ τῶν ἐν Ἑλλησπόντῳ [*](12. 13 διίστησιν . . τύχη sim or 1. 10a) [*](3 versum Iliadis Σ 71 esse adnotant Dav. Duk. falso quidem ‖ 8 Ἀκαδήμεια duebn. 10 ἀμφιλαμφεῖ Na ! | κατατιθέ- μενοι Na ‖ 11 μὲν in ras. R! ‖ 13 τὸν μὲν R! τὸ μὲν MN 14 ἀναγκαίᾳ RH om. cett. (δ) περιέβαλε HMφ(Δ) περιέλαβε Nα(δ) corr. Markl. ‖ 16 μακαρίζω μένον〈τα〉 καὶ Hob. μακαρι- ζόμενον καὶ RN μακαρίζω καὶ cett. (δ Δ) μακαρίζω μᾶλλον καὶ Schenkl 17 ἱστορίας] ἡσυχίας Markl. ‖ 20 ὄρνις MN ‖ 21 μα- καρίζω μὲν N (in mge) H φ Steph.)

206
τόπων·

καὶ τῆς Ἀσίας ἐπὶ τὴν Ἐλλάδα περαιοῦνται στόλοι, ἢ ἐπὶ τὰς Ἀθήνησιν τέχνας, ἢ ἐπὶ τοὺς Θήβαισιν θυμούς, ἢ ἐπὶ τοὺς ἐν Ἀργει τόπους.

Ὁμήρῳ δὲ καὶ Ὀδυσσεὺς σοφὸς διὰ πολλὴν πλάνην, (α 3) πολλῶν δʼ ἀνθρώπων ἴδεν ἄστεα, καὶ νόον ἔγνω· τὰ δὲ Ὀδυσσέως θεάματα ἢ Θρᾷκες ἦσαν, ἢ Κίκονες οἱ ἄγριοι, ἢ Κιμμέριοι οἱ ἀνήλιοι, ἢ Κύκλωπες οἱ ξενοκκτόνοι, ἢ γυνὴ φαρμακίς, ἢ τὰ ἐν Ἅιδου θεάματα, ἢ Σκύλλα, ἢ Χάρυβδις, ἢ Ἀλκινόου κῆπος, ἢ ἡ Εὐμαίου αὐλή· πάντα θνητά, πάντα ἐφήμερα, πάντα ἄπιστα.

ὰ δὲ τοῦ φιλοσόφου ἀνδρὸς θεάματα τῷ εἰκάσω; ὀνείρῳ, νὴ Δί, ἐναργεῖ, καὶ πανταχοῦ περιφερομένῳ· οὗ τὸ μὲν σῶμα οὐδαμοῦ στέλλεται, ἡ δὲ ψυχὴ πρόεισιν, πᾶσαν γῆν, ἐκ γῆς ἐπʼ οὐρα|νόν, πᾶσαν μὲν [*](80a) περαιουμένη θάλατταν, πᾶσαν δὲ διερχομένη γῆν, πάντα δὲ ἀέρα ἀνιπταμένη, συνθέουσα ἡλίῳ, συμπεριφερομένη σελήνῃ, συνδεδεμένη τῷ τῶν ἄλλων ἄστρων χορῷ, καὶ μονονουχὶ τῷ Διὶ συνοικονομοῦσα τὰ ὄντα καὶ συντάττουσα.

στόλου μακαρίου, καὶ θεαμάτων καλῶν, καὶ ὀνείρων ἀληθινῶν.

[*](5 πολλῶν sq vi. or. 15. 6 c etiam or 34. 7 b καὶ τῶ Ὀδυσσεῖ sq. 7 Κιμμέριοι οἱ ἀνήλιοι vi. or. 25. 4 a οὐδὲ γὰρ sq. ‖ 12 ὀνεί- ρῳ sq. vi. or. 21 7 e cf. Plat. republ. 7. 534 c τὸν νῦν βίον ὀνει- ροπολοῦντα καὶ ὑπνώττοντα vi. etiam or. 10. 3 b ‖ 13 ἡ δὲ ψυχὴ sq. vi. or. 10 3 e ὑπὸ δὲ τῆς sq)[*](6 τὰ δὲ Ὀδυσσέως — 10 αὐλή n)[*](1 (pro καὶ) τῆς Dav. ‖ 2 3 Θήβεσι (i. e Θήβαισι) N Θήβῃσι α(Δ) |3 θιμούς (in mge θιάσους) μύθους Scaliger πύργους Meiser τύπους Markl ‖ 4 διὰ 〈τὴν〉 πολλὴν Reiske ‖ 8 γυνὴ offendit Markl. ‖ 11 θεάματα] θαύματα (vel δείματα) Markl. del. Meiser 12 Δία α(δ Δ°) ‖ 13. 14 περίεισι α(θ) πρόσεισι Markl. πρόεισιν ἐπὶ Dav.2 (Duebn.) ‖ 14 πᾶσαν γῆν del. Meiser γῆς δʼ ἐπʼ Reiske γῆς δʼ ἄνεισιν ἐπʼ Duk. ‖ 16 ἀνιπταμένη] διιπταμένη Reiske 17 συνδεδινημένη Markl ‖ 19 ἀ MN (θ) ‖ 20 ἀληθεινῶν N)