Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

εὖ γε μὴν ἐπίσταμαι ταυτὶ τὰ πολλοῦ ἄξια, μετὰ μὲν τρόπου ἀρετῆς καὶ καλοκαγαθίας, εἰς μέγα πάνυ συντελοῦντα τῷ σχόντι· εἰ δὲ μή, εἰς τοὐναντίον κατασμικρύνοντα καὶ καταβάλλοντα, καὶ μηδὲ τὸ λαθεῖν τοῖς ἔχουσιν, μοχθηρονοοῦσιν, παρεχόμενα.

Ἐκλαμπρύνουσι γὰρ αἱ δυνάμεις τοὺς ἄνδρας· καθόσον δʼ ἄν τις ἁμάρτῃ τοῦ καλοῦ, κατὰ τοσοῦτον αὐτοὺς ἐξήλεγξαν.

Εἰ μὲν δή τις γνώμης ἔχοι καλῶς, τὴν ἐπιφάνειαν ἐν τῷ ἀσφαλεῖ κτησάμενος, τῆς δυνάμεως ὤνατο·

εἰ δὲ ταύτῃ ἐνδέων ἐπιθοῖτο, οἷς αὕτη χρῆται, ἀνάγκη πολυαμαθίᾳ τέχνης καὶ εὐπορίᾳ ὀργάνων σφαλῆναι τὸν χρώμενον.

Ταῦτάτοι ἐννοῶν, ἡγούμην δεῖν φροντιστέον εἶναί μοι μᾶλλον, ἀλλʼ οὐ μὴ λάθω προσιὼν παρὰ δύναμιν τοῖς κοινοῖς πταίων περὶ αὐτὰ καὶ σφαλλόμενος· οὐδὲ γὰρ εἰ ἐν χορῷ ξυνᾴδειν ὑφʼ ὑμῶν ἐταττόμην, ἠδίκουν ἄν, πρὶν ἔχειν φωνῆς ἐμμελῶς, οὐκ ἐθέλων ἐγκαταμίγνυσθαι τῷ χορῷ.

Διά [*](8 ἐκλαμπρύνουσι — 11 ἐξήλεγξαν n ‖ 11 εἰ μὲν δή τις — 15 χρώμενον n) [*](4 ἐπίσταμαι (μαι in ras.) R! ‖ 5 εἰς (ante μέγα) om. α(δ Δ°) 8 μοχθηρονοοῦσιν Hob. μοχθηρὸν οὖσιν codd. (sine acc. R) μοχ- θηροῖς οὖσι α(δ Δ) | 9 καθʼ ὅσον α(δ Δ) | 10 ἁμάρτοι Nn ‖ 11 ἔχει n 12 ἐν τῷ] σὺν τῷ Markl. κτησάμενος] καταστησάμενος φα(δ) 13 ὤνατο (ω in ras. ex ο?) R | ταύτης Reiske | ἐπιθείτω n αὕτη] ἐκείνη Reiske ‖ 14 πολυμαθίᾳ N πολὺ ἀμαθίᾳ Dav. 〈ἐπὶ〉 πολὺ ἀμαθίᾳ Κnebel πολλῇ ἀμαθίᾳ α(θ) πολλὴ ἀμαθία Markl. Reiske (Duebn.) ἀπορίᾳ α(δ Δ) 15 δεῖν om. M (Δ) δὴ Heins ἀεὶ Hahn p. 11 16 μοι 〈ἐμοῦ〉 μᾶλλον Reiske | ἄλλου Heins. (Δ) ἢ ἄλλων Reiske | a voce λάθω incipit al. man. M 18 〈εἰ〉 add. φα(δ Δ) | ξυνᾴδειν (α in ras. ex οι) R! ‖ 19 ἠδι- κούμην MN)

199
τοι ταῦτα τῆς μὲν γῆς, ὅπως μοι ἔξει καλῶς, ὀλίγα ἐφρόντιζον· κατεθέμην δὲ ἐμαυτὸν φέρων εἰς τοῦτον τὸν βίον, ἐξ οὐ τὸ εἰδέναι τῇ ψυχῇ παραγενόμενον, [*](77 b)ὥσπερ φῶς ὀφθαλ|μοῖς, τὴν ἀσφάλειαν τῇ λοιπῇ πορείᾳ παρασκευάσει.

Τοῦτο γε μὴν τὸ φῶς κτητόν ἐστιν, 〈καὶ αὕτη ἡ ἐπιστήμη λαμβάνεται· ἀλλʼ οὐ λαμπάδες ἐν πανηγύρεσιν〉 οἷς τε λέγομεν Παναθήναια ὁδοὶ αἱ ἐπʼ αὐτὴν τετμημέναι, οὐ λῆροι, οὐδὲ φλυαρίαι, οὐδʼ ἐπιμέλειαι γεωργικαὶ οὐδὲ ἀγοραῖοι σπουδαί, οὐδὲ δημώδεις κοινωνίαι, ἀλλʼ ἀληθείας ἔρως, καὶ ἡ τῶν ὄντων θέα, καὶ ἡ περὶ ταῦτα φιλοτιμία.

Ταύτῃ νομίσας ἰέναι δεῖν εἱπόμην τοῖς ἄγουσιν λόγοις, καὶ τὰ ἴχνη τῆς ὁδοῦ διεσκόπουν.