Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ἡ μὲν δὴ γραφὴ ταύτῃ ἐχέτω· ἀπολογείσθω δὲ Ἀναξαγόρας ᾧδὲ πως·

‘Ὅτι μὲν πολλοῦ δέω ἀδικεῖν ὑμᾶς, ὦ ἄνδρες Κλαἀπολογία ζομένιοι, εὖ τοῦτο οἶδα· οὔτε γὰρ εἰς χρημάτων λόγον ἐπλημμελεῖσθέ τι ὑπʼ ἐμοῦ, οὔτε τὸ ἐμαυτοῦ μέρος ἀδοξοτέραν ὑμῖν τὴν πόλιν ἐν τοῖς Ἕλλησιν παρασκευάζω· ἔν τʼ αὖ τοῖς πρὸς ἕκαστον ‖ ὑμῶν συμβολαιοῖς [*](Ed. Duebn. p. 88) ἀλυπότατον ἐμαυτὸν παρέχειν οἶμαι καὶ μέτριον, τῶν τε νόμων τῶν κειμένων, καὶ τῆς πολιτείας, ὑφʼ ἦς κοσμούμεθα, οὐκ ἔστιν ὅτου ἐλάττω ἔχω λόγον.

[*](77a)

Λείπεται δή, εἰ μηδὲν ἀδικῶν ὑμᾶς ἐγὼ ἐν τοῖς καθʼ ἡμέραν ἐμαυτοῦ διαιτήμασι καὶ τῷ τοῦ βίου σχήματι, γνώμῃ ἔτι ἁμαρτάνω, τοῦ μὲν ἔχειν αἰτίαν, ὡς ἀδικῶ δημοσίᾳ τὴν πόλιν, ἀφεῖσθαι με, τυχεῖν δὲ εἰς τὰ ἐμαυτοῦ ἰδίᾳ διδασκάλων, ἀλλʼ οὐ κατηγόρων.