Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ἀλλʼ εἰ μὲν δίκην ἐφεύγομεν, ἡχθόμεθα ἄν τῷ δικαστῇ μὴ παρέχοντι ἑκατέρῳ ἐκ τῆς ἴσης τὴν ἀπολογίαν, ἀλλʼ ἐοικότι τυράννῳ μᾶλλον ἢ δικαστῇ·

ἐπεὶ δὲ ἡ μὲν ἐν δικαστηρίοις ψῆφος καὶ τύχη ἔξω τοῦ κατὰ φιλοσοφίαν ἤθους καὶ τρόπου, κατήγορος δὲ λόγος λόγου, φίλος φίλου, ἐπὶ θήρᾳ τοῦ ἀληθοῦς γίγνεται γοῦν, καὶ δικαστηρίῳ τινὶ ἔοικεν ἡ τοιαύτη βάσανος, φέρειν δῶμεν τήμερον τὴν ἀπολογίαν τῷ ἑτέρῳ τῶν λόγων, καὶ τῶν ἀνδρῶν τῷ θεωρητικῷ ἀτεχνῶς, ὥσπερ ἐπὶ δικαστῶν καθισταμένῳ καὶ ἀποτειναμένῳ πρὸς τὴν γραφήν· καὶ ἡ μὲν γραφὴ τοιάδε τὶς ἔστω, ἢ ὅτι ἐγγυτάτω.

[*](γραφή )

Ἀδικεῖ Ἀναξαγόρας, γεγονὼς μὲν ἐν τῇ Κλαζομενίων [*](4 εἰ μὲν sq. cf. Dio Chrys. 61 8 ἀλλʼ οὖν μηδὲ δίκην δι- κάσῃς, φασί, πρὶν ἀμφοτέρων ἀκοῦσαι ‖ 9 λόγος λόγου ut or. 11. 1 a φίλος φίλου vi. or 7. 5 a vers. finen ‖ 16 Ἀναξαγόρας sq. cf. Plat. Hipp. mai. 281 c παλαιοὶ ἐκεῖνοι . . . ἔτι ὕστερον μέχρι Ἀναξαγόρου φαίνονται ἀπεχόμενοι τῶν πολιτικῶν πράξεων sq. Iulian. ep. ad Them. 264 b Codices RMNα (═ Stephanus) φ (Paccius) ; H (teste Davisio)) [*](16 ἀδικεῖ — p. 197. 3 θηρίων v ( : γεγονὼς)) [*](1 ΙϚ´ ‖ 3 in mge ιθ´ R! | ὅτι — πρακτικοῦ R add. nu- mero κβʹ Ζ adiect. λόγος βʹ φᾶ τοῦ αὐτοῦ ὅτι — πρακτικοῦ MΝ 7 ἡ μὲν] ἡμᾶς Nα(δ) ‖ 8 ἔθους Duebn. ‖ 9 〈ἐπεὶ〉 ἐπὶ Reiske θήρα 〈γοῦν〉 τοῦ Markl. ‖ 10 γοῦν] εἰ οὖν α(δ) μόνον Reiske del. Markl. (Duk) ‖ 11 φέρειν] φέρε φα(δ Δ) et ita Schenkl sed cf. Plat. epinom. 973 c πολλοὶ τὸν αὐτὸν λόγον φέρουσι (═ proferunt) δῶμεν] ἐνδῶμεν Schenkl ‖ 13. 14 ἀποτεινομένῳ α(δ Δ) ‖ 16 in mge γραφή (man. post.) R!)

197
γῇ καὶ πόλει, καὶ μετασχὼν ἱερῶν καὶ ὁσίων, καὶ νόμων, καὶ τροφῆς, καὶ τῶν ἄλλων, ὧν καὶ οἱ λοιποὶ Κλαζομένιοι, ἐπαναχωρῶν δὲ ὥσπερ ἐκ θηρίων, καὶ μήτε ταῖς ἐκκλησίαις ἀναμιγνύμενος, μήτε εἰς Διονύσια ἀπαντῶν, μήτε εἰς δικαστήρια, μήτε ἄλλοθι Κλαζομενίοις, ἀλλὰ αὐτῷ ἡ μὲν γῆ μηλόβοτος, ἡ δὲ ἑστία ἄοικος, διατελεῖ δὲ καθʼ αὐτὸν τὴν θαυμαστὴν σοφίαν, ἄνω καὶ κάτω στρέφων καὶ διερευνώμενος.’