Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Κἰ δὲ ἤθελεν ὁ Ἡρακλῆς ἐπαναχωρήσας καθʼ ἡσυχίαν βιοῦν, καὶ σχολὴν ἄγειν, καὶ διώκειν σοφίαν ἀπράγμονα, ἦν ἂν δήπου ἀνθʼ Ἡρακλέους σοφιστής, καὶ οὐδεὶς ἂν αὐτὸν ἐτόλμησεν εἰπεῖν παῖδα Διός.

Οὐδὲ γὰρ ὁ Ζεὺς σχολὴν ἄγει· ἡ γὰρ ἂν ἐπαύσατο καὶ οὐρανὸς περιφερόμενος· καὶ γῆ τρέφουσα, καὶ ποταμοὶ ῥέοντες, καὶ δεχομένη θάλαττα, καὶ ὧραι ἀμείβουσαι, καὶ Μοῖραι [*](3 Ὀδυσσεύς . . Ἡρακλῆς or. 34. 8 a, b ‖ 5 πολλῶν sq. vi. or. 16. 6 c 15 σοφιστής cf. Themist. π. ἀρετῆς 27 480 Wober Leipr. stud. X 240 ‖ 16 παῖδα Διός vi or. 34.8 b 16. 17 οὐδὲ ὁ Ζεὺς σχολὴν ἄγει vi. or. 8. 8 a Epicurum petit ut or. 4. 9 b 17 οὐρανὸς περιφερόμενος sq. scil. ἔργα θεοῦ vi. or. 11. 5 d 19 ὧραι ἀμείβουσαι nam ὡρῶν ταμίας est vi. or. 41 2 b | Μοῖραι vi. or. 13. 9 a, b) [*](9 οὗτος — καθάρτης v (:καθάρτης) ‖ 12 ἀληθευτὴς — ἔργων ν (: καθάρτης)) [*](3 μὲν in ras. R! ‖ 5 καὶ νόον Ri 7 τούτων MN τούτοις φα(θ) 8 τὴν σοφίαν φα(δ) 9 καθαρτής v (Duebn.) ‖ 15 ἂν (post οὐδεὶς) om. Ϛ(δ Δ°) ‖ 17 ἡ (in ras. l) γὰρ] καὶ (mutat. in εἰ) γὰρ B 19 δεχομένη] διαχεομένη Markl. )

191
διαλαγχάνουσαι, καὶ Μοῦσαι ᾄδουσαι· ἐπαύσαντο δʼ ἂν καὶ αἱ ἀνθρώπων ἀρεταί, καὶ ζῴων σωτηρίαι, καὶ [*](75 a) καρπῶν γενέσεις, καὶ τὸ πᾶν τοῦτο αὗθις ἂν περὶ αὐτῷ σφαλλόμενον συνεχύθη καὶ συνεταράχθη.

Ἀλλʼ ἡ Διὸς πραγματεία ἄτρυτος οὖσα καὶ διηνεκὴς καὶ ἀκοίμητος, καὶ μηδέποτε ἀπαγορεύουσα, μηδὲ ἐπαναχῶοροῦσα τοῦ ἑαυτῆς ἔργου, ἀέναον χορηγεῖ τὴν σωτηρίαν τοῖς οὖσιν.

Οὕτω που καὶ βασιλέων τοῖς ἀγαθοῖς καὶ Διὶ ὁμοίοις παραινεῖ διʼ ὀνειράτων ὁ Ζεύς, (Β 24/25) οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα, ᾧ λαοί τʼ ἐπιτετράφαται καὶ τόσσα μέμηλεν.

Πρὸς ταῦτα ἀπιδὼν ὁ φιλόσοφος, μὴ τὸν Δία μιμείσθω, μὴ τὸν Ἡρακλέα, μὴ τοὺς ἀγαθοὺς βασιλεῖς, μὴ τούς ἄρχοντας, ἀλλὰ βιούτω βίον ἀνδρὸς ἐν ἐρημίᾳ γεννηθέντος, μονωτὴν βίον, οὐκ ἀγελαστικόν· Κυκλώπιον βίον, οὐκ ἀνθρώπινον.

Ἀλλὰ καὶ τούτοις ἔφερεν μὲν ἡ γῆ πυροὺς καὶ κριθάς, [*](1 Μοῦσαι ᾄδουσαι or. 38. 2 a ‖ 5 ἄτρυτος sq. vi. or. 41. 2 d διηνεκὴς cf. Iulian. lV 143 a ὑπάρχει τἀγαθὰ καὶ διηνεκῶς 7 χορηγεῖ nam χορηγὸς ζωῆς Themist. 9. 126 c vi. etiam or 41. 2 b τὸν ποταμῶν χορηγόν ‖ 7 8 τὴν σωτηρίαν unde σωτὴρ dictus cf. Themist. 9 126 c; 5 64 c 8 οὕτω sq. cf Ps Plut. vit Hom. 178 καὶ ὅτι δεῖ τὸν ἄρχοντα πρὸ τῶν ἄλλων φροντίζειν τῆς πάντων σωτηρίας ἐν τῷ αὐτῷ προσώπῳ διδάσκει ᾧ καὶ πα- ραινεῖ οὐ χρὴ’ sq. Dio Chr. I 14 Iulian. II 87 (e Plat. legg. VII 808 b) 15. 16 Κυκλώπιιον βίον cf. Philostr. imag. l 9 Strabo 11. 502) [*](14 ἀλλὰ — 15 ἀγελαστικόν v ( : μονώτης)) [*](15 μονώτην in mge repetit. (vet. schol. α)) [*](1 διαλαγχάνουσαι (λα in ras.) R | ἄδουσαι (ᾄ in ras.) R! 3 αὖθις αὖ Dav. Markl. 4 αὐτῷ MN αὐτὸ B ‖ 9 ὁ (ante Ζεὺς) om. N α(θ) ‖ 1 μέμηλε α(θ) ‖ 12 ἐπιδὼν α(δ) ‖ 15 μονώ- την BNv α(θ) οὐ γελαστικόν Nv ‖ 15. 16 Κ〈υκλώπειον φα(δ Δ) )

192
[*]((ι 108))
  • οὔτε φυτεύουσι χερσὶ φυτόν, οὔτʼ ἀρόωσιν·
  • ἀλλὰ θεμιστεύει ἕκαστος ὁμῶς καὶ παίδων καὶ γυναικῶν, καὶ οὐ παντάπασιν ἀπράγμων ἦν. Τὸ δὲ ὅλον,

    ἀπραγμοσύνη τίνος ἄλλου εἴη πλὴν νεκροῦ; Κἰ μὲν οὖν τὸ πράττειν ἔρημον ἦν ἀρετῆς, καλῶς εἶχε, διώκοντας [*](Ed. Duebn. p. 86) τὴν ἀρετήν, ἀπολείπεσθαι αὐτοῦ· εἰ δʼ ἔστιν ἀνθρώπου ἀρετὴ οὐ λόγος, ἀλλʼ ἔργον, καὶ πρᾶξις ἐν κοινωνίᾳ, καὶ χρῆσις βίου πολιτική, διωκτέον ταῦτα, μεθʼ ὧν ἄν τις καὶ τὴν ἀρετὴν λάβοι. (Hes. erg. 287) Τὴν μὲν γὰρ κακότητα καὶ εἰλαδόν ὁ Βοιώτιος ποιητὴς λέγει, ἐστιν ἑλέσθαι, (Bes. erg. 289) τῆς δὲ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν. Καλός γε ὁ ἀγωνιστὴς ἡμῖν ἀνιδρωτεὶ στεφανοῦσθαι ἐθέλων.