Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ἤ οἴει ἧττόν τι δεῖσθαι πόλιν τῶν ξυλληψομένων αὐτῇ πρὸς τὴν σωτηρίαν ἢ ναῦν ἐν θαλάττῃ; καὶ πολύ γε οἶμαι μᾶλλον ἐν γῇ·

εἰ μὲν γὰρ πλέομεν, ὀλίγον τὸ ἐνεργόν, ὁ δὲ φόρτος πολύς· πόλις δέ ἐστιν πρᾶγμα ἀνακεκραμένον πάντων ξυνεργατῶν. Καθάπερ καὶ ἡ τοῦ σώματος χρεία, πολυμερής τε οὖσα καὶ πολυδεής, σώζεται τῇ συντελεία τῶν μερῶν πρὸς τὴν ὑπηρεσίαν τοῦ ὅλου· φέρουσιν πόδες, ἐργάζονται χεῖρές, ὁρῶσιν ὀφθαλμοί, ἀκούουσιν ἀκοαί, καὶ τἄλλα, ἵνα μὴ διατρίβω λέγων.

Εἰ δὲ θελήσαι λογοποιὸς Φρὺξ μῦθον πλάττειν, ἄρα δυσχεράνας ὁ ποῦς τῷ ἄλλῳ σώματι καὶ ἀπὅτι αγορεύσας πρὸς τὸν κάματον, φέρων καὶ αἰωρῶν μετἐωρον τοσοῦτον ἄχθος, σχολὴν ἄγειν καὶ ἡσυχίαν [*](74a) ἐπανείλετο· ἢ αὗ τῷ γομφίῳ, ὡς ἀλοῦντι καὶ ἐργαζο- [*](10 συντελείᾳ τῶν μερῶν vi. or. 5. 4 f cf. Epict. diss. lI 9 4 14 μῦθον cf. Liv. II 32 Mus. Rhen. 14. 120 Norden ann. Fleek. 18.278) [*](3. 4 αὐτὸ τοῦτο ἄχθος νεὼς Apost. IV 34 (Arsen. lV 25) quae verba excipiunt ἐπὶ τῶν εἰκῇ κειμένων καὶ μηδὲν ἐνερ- γούντων μήτε αὐτῶν ἐπὶ σωτηρίᾳ μήτε ἄλλων cf. etiam Eustath. 1896.43 τὸ δὲ ἄχθος παροιμιῶδες μέν ἐστιν) [*](2 προάψασθαι (suprascr. σ) R! ‖ 4. 5 ξυλληψομένων (υλλ in ras.) R! ‖ 5 αὐτῇ 〈ἐν γῇ〉 πρὸς Heina. ‖ 6 ἐν γῇ· εἰ μὲν] ἐν νηὶ μὲν Reiske (Duebn.) ἐν γῇ· ἐκεῖ μὲν Dav. (Duk.) ἐκεῖ μὲν Markl. | γὰρ (post μὲν) om. MN φα(δ) ‖ 6. 7 〈πλέομεν,〉 ὀλίγον Hob. ‖ 7 οὐδʼ ὁ φόρ- τος Markl. ‖ 8 〈ἐκ〉 πάντων α(δ Δ) ἐκ παντοίων Reiske | ξυερ- γατῶν (suprascr. ν) ll συνεργατῶν N α συνεργούντων δ ‖ 9 τε] τις Reiske ‖ 17 ἄειν R! ‖ 18 ἐπανείλετο (ετ in ras.) R! | τῷ γομφίῳ (scil. αἰτία τοῦ δυσχεραίνειν)] τὼ γομφίῳ φα(δ Δ) | ἀλοῦντε α(δ Δ) | ἐργαζομένω α(δ Δ))

188
μένῳ τροφὴν τοσούτῳ ὄχλῳ ἀργῶν· κᾆτα ἔροιντο, ἀπειπαμένων τὸ ἔργον τὸ αὐτῶν σκοπεῖν, εἰ ταῦτα ἄμα γίγνοιτο· ἄλλό τι ἢ φθαρήσεται ὁ ἄνθρωπος ἐν

τῷ μύθῳ; Τοιοῦτο ἀμέλει ἐστὶν τὸ περὶ τὴν κοινωνίαν τὴν πολιτικὴν γιγνόμενον· εἰ γὰρ ἐθελήσαι ἕκαστος ὄκνῳ τοῦ πωλεῖν ἀφέμενος τοῦ παράγειν ἐπαναχωρεῖν ἐκ τῆς κοινωνίας πρὸς τὴν αὐτοῦ σχολήν, τί κωλύει

διαλυθῆναι τὸ πᾶν καὶ φθαρῆναι; τὰ μὲν ἰσχυρὰ τῶν οἰκοδομημάτων τῇ πρὸς ἄλληλα ξυννεύσει τῶν ἐν αὐτοῖς λίθων ξυνδέδεται καὶ ἕστηκεν καὶ μένει, εἰ δὲ ἐξέλοις ὅτι οὖν τῆς ἁρμονίας, διαλύσεις τὸ πᾶν· τὸν δὲ ξύμπαντα βίον οὐχ ἡγεῖ τὴν σωτηρίαν ἔχειν ἐκ τῆς πρὸς ἑαυτὰ ξυννεύσεως τῶν ἐν αὐτῷ μερῶν;

Καὶ τῶν μὲν ἄλλων τοῦ πράττειν ἐξισταμένων οὐδεὶς λόγος· οὐδὲ γὰρ ὁ Θερσίτης λιποτακτῶν ἐλύπησεν ἄν τὸ Ἑλληνικόν· ὁ δὲ Ἀχιλλεὺς ὁ μηνίσας καὶ ἐπὶ σκηνῆς ἀναπαυόμενος, καὶ δοὺς αὐτὸν σχολῇ καὶ κιθάρᾳ καὶ τῇ ᾠδῇ, ἀνέπλησεν τὸ στρατόπεδον πολλῶν κακῶν· οὗ γὰρ παρόντος ὠφελεῖσθαι ὑπάρχει, ἀπόντος τούτου βλάπτεσθαι ἀνάγκη.

Καὶ τὸ νῦν ὁ θεωρίαν καὶ ἀλήθείαν [*](1 ὄχλῳ ἀργῶν vi. or. 16. 4 g τὸ ἀργὸν τοῦτο πλῆθος ‖ 15 ὁ Θερσίτης ut or. 1. 5 c) [*](5 εἰ γὰρ — 8 φθαρῆναι p 19 οὗ γὰρ — 20 ἀνάγκη np) [*](1 ὄγκω Steph. ἀργῶν ob. ἀρκῶν codd. ἀρκοῦσαν Steph. (δ) σαρκῶν φ R (litt. σ add. man recentissima) Δ | ἔροιντο (scil. ho- mines, philosophi ut or. 12. 4 f προστιθέντων)] ἕλοιντο φα(δ) αἱροῖντο Reiske (Duk.) ‖ 2 ἀπειπαμένω α(δ Δ) αὐτῶν BM αὐτὸ N ‖ 3 ἄμα] ἄρα Markl. sed intellege num id una fieri posset pendente εἰ ex verbo ἔροιντο τί ἄλλο α(θ) ‖ 4 τοιοῦτον N (ν postea add.) et ita Reiske ‖ 6 πολεῖν Dav πονεῖν Steph. | παράγειν] πρά- ττειν Markl 7 αὐτοῦ MNBp κωλύοι φα(θ) ‖ 8 ἡ Δ 9 ἀλλήλας Dav. ἀλλήλους Markl. | ξυνεύσει MN ‖ 11 ἐξέλοις (οις in ras.) R! θέλεις B ‖ 12 ἡγῇ ϛ(δ Δ) 13 ξυνέσεως Heina. ‖ 15 λειποτακτῶν ϛ(δ Δ°) 17 αὐτὸν BMN 18 καὶ ᾠδῇ nescio unde θ ‖ 20 τανῦν α(δ) )

189
καὶ σχολὴν ἀσπαζόμενος τίς ἂν εἴη ἄλλος, ἢ ὁ φρόνιμος καὶ νοῦν ἔχων; Ἀλλὰ τί οὖν·