Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

ἤ, οἴει, κολακείαν αὐτῷ ὑποτίθεται; Ὁ Ὀδυσσεὺς, ἐκνηξάμενος τῆς θαλάττης εἰς τὴν Φαιάχων γῆν, γυμνὸς [*](70 b) διαναστὰς ἐκ τῆς εὐνῆς, ἐντυχὼν παιζούσαις κόραις, τὴν βασιλίδα γνωρίσας, Ἀρτέμιδι εἰκάζει αὐτήν, καὶ αὗθις φυτῷ καλῷ· καὶ οὐδεὶς ἂν διὰ ταῦτα κόλακα εἴποι τὸν Ὀδυσσέα·

προθέσει γὰρ καὶ χρείᾳ καὶ διαθέσει ψυχῆς ὁ κόλαξ διακρίνεται τοῦ φίλου. Καὶ γὰρ ὁ ἀριστεὺς ὅπλοις χρῆται, καὶ ὁ μισθοφόρος, καὶ οὐδεὶς αὐτῶν εἰκάζει τὰ ἔργα κατὰ τὴν χειρουργίαν, ἀλλὰ χωρίζει τὴν ἑκατέρου χρείαν κατὰ τὴν πρόθεσιν·

ὁ μὲν γὰρ διασωστικὸς διὰ τὴν φιλίαν· ὁ δὲ μισθαρνικὸς τῶν βουλομένων· καὶ ὁ μὲν αὐθαίρετος, ὁ δὲ ὤνιος· καὶ ὁ μὲν τοῖς ἐνσπόνδοις πιστός, ὁ δὲ καὶ τοῖς φίλοις ἄπιστος.

Ταύτῃ νόμιζε καὶ τὸν κόλακα διαφέρειν τοῦ φίλου, καὶ συμπίπτειν μὲν ἑκάτερον ἑκατέρῳ πολλάκις εἰς τὰς αὐτὰς πράξεις καὶ τὰς ὁμιλίας, διαφέρειν δὲ ἑκάτερον [*](10 καὶ οὐδεὶς sq cf. Iulian. III 104 c Ὅμηρος δὲ οὐκ ᾐσχύνετο τὴν Πενελόπην ἐπαινέσας sq et d ἀλλὰ μήποτε καὶ αὐτὸ τὸ δεῖσθαι καταγέλαστον εἶναι φῶσι καὶ οὐκ ἄξιον ἀνδρὸς ἐπιεικοῦς καὶ γενναίου, εἶναι δὲ καὶ τὸν Ὀδυσσέα τὸν σοφὸν ἀγεννῆ καὶ δειλόν, ὃτι τὴν τοῦ βασιλέως ἱκέτευε θυγατέρα παίζουσαν ἐπὶ τοῦ λειμῶνος sq. ‖ 13 ὁ μισθοφόρος vi. or. 35. 7 a οὐχ ὑπὸ sq or 19. 4 a; 27. 6 c πλῆθος . . μισθοφόρον) [*](1 τιτθαὶ RHP τίτθαι cett. (δ Δ°) ‖ 4 κυδαίνων Δ° cum Homero μεγαλίζεσθαι Dav. ‖ 6 ἦ ϛ (δ Δ) τί Reiske αὐτῷ Ϛ (δ Δ) | ὑποτι- θέναι MVP α (δ) ‖ 7 ἐκ τῆς θαλάττης NP 9 εἰκάζει (εικ in ras.) R! ‖ 11 εἴπῃ B εἰπεῖν N ‖ 13 μισθοφόρος (ισ in ras.) R! ‖ 17. 18 δὲ ὤνιος] δὲ αἰώνιος MΝH ‖ 21 ἑκάτερον om. B | ἑκατέρῳ om. N)

177
ἑκατέρου τῇ χρείᾳ καὶ τῷ τέλει, καὶ τῇ διαθέσει τῆς ψυχῆς.

Ὁ μὲν γὰρ φίλος τὸ φαινόμενον αὐτῷ ἀγαθὸν εἰς κοινὸν καταθέμενος τῷ φίλῳ, ἐάν τε λυπηρὸν τοῦτο ᾖ, ἐάν τε ἡδύ, συναπολαύει αὐτῷ ἐκ τῆς ἴσης· ὁ δὲ κό‖λαξ ἐπακολουθῶν τῇ αὑτοῦ ὀρέξει οἰκονομεῖ τὴν [*](Ed. Duebu. p.81) ὁμιλίαν πρὸς τὸ ἴδιον πλεονέκτημα·

καὶ ὁ μὲν φίλος ὀρέγεται τοῦ ἴσου, ὁ δὲ κόλαξ τοῦ ἰδίου· καὶ ὁ μὲν ἰσοτιμίας κατὰ τὴν ἀρετήν, ὁ δὲ πλεονεξίας κατὰ τὴν ἡδονήν· καὶ ὁ μὲν ἰσηγορίας κατὰ τὴν ὁμιλίαν, ὁ δὲ ταπεινότητος κατὰ τὴν θεραπείαν· ὁ μὲν ἀληθείας ἐν τῇ κοινωνίᾳ, ὁ δὲ ἀπάτης· καὶ ὁ μὲν ὠφελείας τῆς εἰς τὸ μέλλον, ὁ δὲ χάριτος τῆς ἐν τῷ παρόντι· ὁ μὲν δεῖται μνήμης ὧν ἔπραξεν, ὁ δὲ λήθης ὧν ἐπανούργησεν· ὁ μὲν ὡς κοινῶν κήδεται, ὁ δὲ ὡς ἀλλότρια λυμαίνεται· ὁ μὲν φίλος καὶ εὐτυχίας κοινωνὸς κουφότατος, [*](71a) καὶ συμφορῶν |κοινωνὸς ἰσότατος· ὁ δὲ κόλαξ εὐτυχίας μὲν κοινωνὸς ἀπληστότατος· ἐν δὲ ταῖς συμφοραῖς ἀμικτότατος.

Φιλία μὲν ἐπαινετόν, κολακεία δὲ ἐπονείδιστον· φιλία γὰρ ἑκατέρου πρὸς ἑκάτερον ἴσην ἔχει τὴν ἀντίδοσιν, ἡ δὲ κολακεία χωλεύει· ὁ γάρ του ἐνδεὴς θεραπεύων τὸν ἔχοντα κατὰ τὴν χρείαν, καθόσον οὐκ ἀντιθεραπεύεται, ἐλέγχει τὸ ἄνισον. Ὁ φίλος λανθάνων δυστυχεῖ, ὁ κόλαξ μὴ λανθάνων.

[*](21 κατὰ τὴν χρείαν haec enim prima amicitiae species fuit Aristoteli eth. Nicom. 1155 b 18 cf Diog. Laert. lII 42)[*](2 ὁ μὲν — 4 ἴσης ν (: ἐκ τῆς ἴσης))[*](1 τέλει] τείχει B |διαθέσει (δι in ras.) R! ‖ 2 αὑτῷ φα(θ) 3 τούτῳ v ‖ 4 ᾖ] εἶ NP ἦν B | συναπολαύει — 6 ὁμιλίαν om. B συναπολλύει || 8 κατὰ (posterius)] διὰ PN ‖ 11 ὠφελίας R 13ὧν 〈εὖ〉 ἔπραξεν Markl. ‖ 16 ἰσότατος — 17 κοινωνὸς om. (in mge add.))
178

Φιλία βασανιζομένη κρατύνεται, κολακεία ἐλεγχομένη θραύεται· φιλία χρόνῳ αὔξεται, κολακεία χρόνῳ ἐλέγχεται· φιλία χρείας ἀδεής, κολακεία χρείας ἐνδεής.

Εἰ δέ ἐστιν καὶ ἀνθρώποις πρὸς θεούς ἐπιμιξία, ὁ μὲν εὐσεβὴς φίλος θεῷ, ὁ δὲ δεισιδαίμων κόλαξ θεοῦ· καὶ μακάριος εὐσεβὴς φίλος θεοῦ, δυστυχὴς δὲ ὁ δεισιδαίμων.