Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

ʼἈμφισβητήσιμον καὶ τοῦτο λέγεις.

μὲν γὰρ κόλαξ, κἂν βλάψῃ, ἢ εἰς χρήματα ἐζημίωσεν, ἢ εἰς ἡδονὴν ἐξέχεεν· ὧν τὸ μὲν εἰς χρήματα κουφότατον, τὸ δὲ εἰς ἡδονὴν τερπνότατον· διὰ δὲ φιλίας πολλοὶ ἤδη καὶ φυγῆς ἐκοινώνησαν, καὶ ἀτιμίας συναπέλαυσαν, καὶ θανάτῳ περιέπεσον.

Τῷ οὖν διακρινοῦμεν τὸν κόλακα τοῦ φίλου; μήτε τῷ τέλει, μήτε ἡδονῇ, μήτε βλάβῃ· φέρε χωρὶς ἑκάτερον θεασώμεθα.

Ἆρά γε ὁ πρὸς ἡδονὴν ὁμιλῶν φίλος; καὶ πάνυ εἰκός· καὶ μὴν εἰ ἐχθρὸς ὁ λύπης παρασκευαστικός, φίλος ἂν εἴη ὁ ἡδονῆς παρασκευαστι‖κώτατος.

Τὸ δὲ οὐχ οὕτως ἔχει· καὶ γὰρ ἰατρῶν ὁ ιλάνθρω|πος λυπηρότατος, καὶ στρατηγῶν ὁ ἀκριβέστατος, [*](70 a) καὶ κυβερνητῶν ὁ ἀσφαλέστατος. Φιλοῦσιν δέ που καὶ παῖδας πατέρες, καὶ διδάσκαλοι μαθητάς· καὶ τί ἄν εἴη ἀνιαρότερον, ἢ παιδὶ πατήρ, καὶ μαθητῇ διδάσκαλος; ἐπεὶ καὶ Ὀδυσσεὺς ἐφίλει δή που τοὺς ἑαυτοῦ ἑταίρους, ὡς πολλὰ καὶ δεινὰ ἀνέτλη [*](2.3 ὁ φίλος sq cf. Dio Chrys. III 95 ὧν εἶπον ἡδέων τὸ μὲν κοινωνεῖν φίλοις τερπνότερον ‖ 8 διὰ δὲ φιλίας sq. cf. Senec. ep l 6. 2 ῾ vera amicitia quam non Spes, non timor, non utilitatis suae cura divellit ‖ 13 καὶ μὴν sq. cf. simil. Plat Lys. 213 a πολλοὶ ἄρα ὑπὸ τῶν ἐχθρῶν φιλοῦνται, ὑπὸ δὲ τῶν φίλων μι- σοῦνται sq.) [*](3 εὐστοχίαν Schenkl εὐψυχίαν Reiske (Duebn) ‖ 10 φίλου, 〈εἰ〉 μήτε ϛ (δ Δ) ‖ 11 ἡδονῇ 〈μήτε λύπῃ μήτε ὠφελείᾳ〉 μήτε Markl. | βλάβει Δ ex Lariotiana || 13 εἰ ὁ ἐχθρὸς MP ‖ 14 ὁ (ante ἡδονῆς) om. θ (Schrer) corr. Markl. || 16 φιλανθρωπότατος φ α(δ Δ) || 21 ὡς] οἷς Schenkl ὅς φα(δ Δ))

175
(α 5) ἀρνύμενος ἢν τε ψυχήν, καὶ νόστον ἑταίρων·

ἀλλʼ ἐντυχὼν ἀνδρῶν γένει ἀκολάστῳ καὶ φιληδόνῳ, οἳ διῆγον, καθάπερ τὰ θρέμματα,

  • (ι 97/94) λωτὸν ἐρεπτόμενοι---μελιηδέα,
  • (οὕτω γάρ που τὴν ἡδονὴν ὀνομάζει Ὅμηρος), ἀναμιχθέντας αὐτῷ τοὺς ἑταίρους τῇ τούτων τρυφῇ, καὶ γευσαμένους τῆς ἀτοπίας τοῦ λωτοῦ, ἄκοντας καὶ δακρύοντας λαβὼν ἐπὶ ναῦν ἄγει.