Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ἀγέτω δὴ λαβὼν τὸν ἄνδρα τοῦτον ὁ καλὸς [*](69b) ἡγεμών· οὐκοῦν ἄξει τελευτῶν ἢ ἐπὶ πῦρ, ὡς |τὸν Ἀσσύριον· ἢ ἐπὶ πενίαν, ὡς τὸν Φοίνικα· ἢ ἐπὶ δεσμά, ὡς τὸν Κύπριον, καὶ ἐπί τι ἄλλο διὰ ψευδοῦς ἡδονῆς ἀληθὲς κακόν.

Εἰ δὲ εἴη ἀνὴρ κατὰ τὸν Ἡρακλέα, αἱρήσεται τὸν ἀληθῆ τῶν ἡγεμόνων, τὸν φίλον, ὥσπερ ἐκεῖνος τὴν Ἀρετήν.

Καὶ ὁ μὲν μῦθος ὡδὶ τελευτᾷ· μεταλαβὼν δὲ ὁ λόγος πρὸς αὐτὸν σκοπείτω ἄν, τίσι διακρίναι τὸν κόλακα τοῦ φίλου. Τὸν μὲν γὰρ χρυσὸν βασανίζει λίθος, προστριβόμενον αὐτῇ·

  • φιλίας δὲ δὴ καὶ κολακείας
  • τίς ἔσται βάσανος; ἆρα τὸ ἐξ ἑκατέρου τέλος; ἀλλʼ εἰ ἀναμενοῦμεν τὸ τέλος, ἄλλη βλάβη φθήσεται τὴν γνῶσιν· δεῖ δὲ κρῖναι, πρὶν ἄρξασθαι χρῆσθαι· ἐὰν δὲ ὑστερῇ τῆς χρήσεως ἡ κρίσις, ὁ χρήσασθαι φθάσας καὶ μεταγνούς εἰς οὐδὲν δέον τὴν κρίσιν κατατίθεται.

    Βούλει τοίνυν ἡδονῇ καὶ λύπῃ κρινοῦμεν

    [*](11. 12 χρυσὸν βασανίζει λίθος vel πῦρ ut or. 11. 2 b cf. Plat. republ. VI 503 a ὥσπερ χρυσὸν ἐν πυρὶ βασανιζόμενον· ‖ 14 εἰ ἀναμενοῦμεν sq. cf. Plut. de adul. et am 249 c ἀλλὰ τὴν τότε πεῖραν οὐ δεῖ περιμένειν ἀνωφελῆ, μᾶλλον δὲ βλαβερὰν καὶ οὐκ ἀκίνδυνον οὖσαν)[*](11 τὸν μὲν γὰρ — 18 κατατίθεται n)[*](2 δὴ] δὲ PN α(δ) Schier | καλὸς] ἁπαλὸς (vel κομψὸς) Peiske 3 οὐκοῦν (ουν in ras.) R! ἐπὶ] εἰς NP α(δ) ‖ 5 καὶ ἐπί ἐπί cett. (δ) ‖ 9 μεταβαλὼν α(δ Δ) ‖ 10 αὐτὸν BMNP σκοπείτω, 〈τῷ〉 ἂν α(δ Δ) σκοπείτω, 〈πῶς〉 ἂν Schenkl, sed vi. Kuehner Gerth II 1. 210 Dürr p. 38 τίσι Hob. τίς codd. τις α(δ Δ) ‖ 12 αὑ- τῇ α! (δ) | κολακίας MN ‖ 13 τόγʼ ἐξ B 14 ἄλλη] ἀλλʼ ἡ Reiske 16 χρήσεως] φθίσεως n 17 μεταγνοὺς (νους in ras. ex νοι) R! 18 κρίνωμεν α(θ) Schier)
    174

    τὸν φίλον καὶ τὸν κόλακα; Καὶ μὴν καὶ ὁ κόλαξ ὑπερβολὴν λαβὼν ἀνιαρότατον καὶ ἐπαχθέστατον, καὶ ὁ φίλος ἥδιστον εὐτυχίαν προσλαβών.

    ῾Μήποτε οὖν βλάβῃ καὶ ὠφελείᾳ τοὺς ἄνδρας κριτέον.