Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Καὶ περὶ μὲν τοῦ ἀνθρωπίνου νόμου καὶ αὖθις ῥητέον·

τὸ δὲ θεῖον δοκεῖ σοι γινώσκειν πάντα ἑξῆς, καὶ τὰ καλὰ καὶ τὰ αἰσχρά, καὶ τὰ τίμια καὶ τὰ ἄτιμα; φείδομαι τῶν ῥημάτων, καὶ αἰδώς με τοῦ θεοῦ ἔχει· σεμνὸν γάρ τι τὸ πάντα εἰδέναι, καὶ ἀριθμὸν ψάμμων, καὶ θαλάττης μέτρα, καὶ ξυνιέναι ἀτόπου λέβητος ἑψομένου ἐν Λυδοῖς. Καὶ δηλαδὴ πᾶσι τοῖς δεομένοις θεσπίζει ὁ θεὸς τὸ ἀληθὲς μαθεῖν, καὶ συμφέρει, κἂν μέλλῃ ὁ μαθών, ἄδικος ὤν, πλεονεκτήσειν.

Δεινῶς τινα πολυπράγμονα ἡγεῖ τὸν θεόν, καὶ περίεργον, καὶ εὐήθη, καὶ μηδὲν τῶν ἐν τοῖς κύκλοις ἀγειρόντων διαφέροντα, οἳ δυοῖν ὀβολοῖν τῷ προστυχόντι ἀποθεσπίζουσιν·

ἐγὼ δὲ μὴ ὅτι θεόν, ἀλλ᾿ οὐδὲ ἄνδρα ἀγαθόν, ἀξίως ἐπιπηδᾶν τῷ ἀληθεῖ· οὐδὲν γὰρ σεμνὸν [*](12 ἀριθμὸν ψάμμων sq. vi. or. 11. 6 c || 13 ἀτόπου λέβητος vi. or. 11. 6 c || 20. 21 μὴ ὅτι θεόν, ἀλλʼ οὐδὲ ἄνδρα ἀγαθόν ═ or 5.3 a) [*](21 οὐδὲν — p. 161. 4 ὤνησεν n) [*](4 γὰρ (post τὸ) om. φ? || 6 ὡς δεῖ] ὡδὶ φ? („rem totam ita dis- tinguere“ σ2) et ita Hahn || 8 νόμου] νοῦ Heins. μοι Dav.2 μόνου Duk. del. Markl. || 10 καὶ τὰ τίμια om. in mge ead. man. add. R! || 11 θείου ΒΜΝ α! || 14 δηλαδὴ] εἰ δὲ δὴ (del. καὶ) Duk. || 15 〈καὶ〉 τὸ ἀληθὲς Dav.2 || 15 μαθεῖν κἂν οὐ συμφέρῃ Markl. μαθεῖν δὲ καὶ συμφέρει Reiske [μαθεῖν] κἂν συμφέρῃ 〈μαθεῖν〉 Heins. lac. ind. Duebn. || 17 (et p. 161. 5) ἡγῇ Ϛ(δΔ⁰) || 18 ἐγειρόντων B (supr. α) Nα corr. Steph. || 20 ἐγὼ scil. ἡγοῦμαι (an scriben- dum λέγω?) || 21 ἀξιῶ α(δ Δ))

161
τὸ τἀληθῆ λέγειν, εἰ μὴ γίγνοιτο ἐπʼ ἀγαθῷ τοῦ μαθόντος. Οὕτω καὶ ἰατρὸς νοσοῦντα ἐξαπατᾶ, καὶ στρατηγὸς στρατόπεδον, καὶ κυβερνήτης ναύτας, καὶ δεινὸν οὐδέν· ἀλλὰ ἤδη καὶ ψεῦδος ὤνησεν ἀνθρώπους, καὶ τἀληθὲς ἔβλαψεν.