Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Τί δήποτʼ οὖν οἱ ἄνθρωποι ἐπὶ τὰ μαντεῖα παραγίγνονται, ἀμελήσαντες τῆς παρὰ τοῦ ὁμοίου συμβουλῆς; ἢ διότι γνώμη μὲν ἀνθρώπου ἐπισφαλὲς καὶ ἄπιστον καὶ ἐπίφθονον καὶ κίβδηλον καὶ οὐκ ἀεὶ ὅμοιον, καὶ οὐκ ἐν παντὶ εὔστοχον·

ὸ δὲ θεῖον κατὰ μὲν τὴν ὑπεροχὴν πιστόν· κατὰ δὲ τὴν ἀλήθειαν δόκιμον, κατὰ δὲ τὴν πεῖραν εὔστοχον, κατὰ δὲ τὴν τιμὴν ἀνεπίφθονον;

Θεοῦ δὲ μαντεῖα καὶ ἀνθρώπου νοῦς (τολμηρὸν μὲν εἰπεῖν, φράσω δὲ ὅμως) χρῆμα συγγενές, καὶ εἴπέρ τι ἄλλο ἄλλῳ ὅμοιον, οὐδὲν ἂν εἴη ἐμφερέστερον ἀρετῆς ἀνθρωπίνης γνώμῃ θεοῦ. Μὴ τοίνυν [*](13 γνώμη ἀνθρώπου sq. vi. or. 1. 2 b vers. finem || 18. 19 τολμηρὸν . . εἰπεῖν cf. Plat. soph. 267 d κἂν τολμηρότερον εἰ- ρῆσθαι || 19 χρῆμα συγγενές vi. or. 6. 1 d) [*](5 ἀμφισβητησίμου] in mge ἀμφισβητήσιμον τὸ ξύλινον (rubr. col.) M || 10 σώζειν φέρουσαι] in mge ἐφʼ ὧν σώζονται οἱ φερόμενοι καὶ νικῶσιν οἱ μαχόμενοι M) [*](1 κατασκευήν (in mge corr.) B || 7 ἐξιστάσθαι RMN ἐξίσ- τασθε cett. (δ Δ) sed cf. Dürr l. l. p. 43 || 8 καὶ (ante ἐλευθερίᾳ) om. MN φα(δ) || 18 μαντεῖα Rφ (,,oracula deorum“ σ2) μαντεία cett. (δ Δ) | ἀνθρώπων MNφα(θ))

160
ἀπόρει, μήθ᾿ ὅντινα τρόπον τὸ αὐτεξούσιον τῆς ἀνθρωπίνης γνώμης χρῆται μαντι|κῇ, μήθ᾿ ὅπως, ἀληθευούσης [*](66 a) τῆς μαντικῆς, δύναταί τι καὶ ἀνθρώπου γνώμη· περὶ γὰρ ὁμοίου πράγματος σκοπεῖς· τὸ γὰρ αὐτὸ ἐρωτᾷς, καὶ ἀπορεῖς, καὶ ἀναστρέφεις, ἐξὸν τὸ πᾶν διελέσθαι ὡς δεῖ.

Οὔτε τὸ θεῖον πάντων εὔστοχον, οὔτε τὸ ἀνθρώπινον πάντων ἄστοχον.