Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Τί δὲ τοίνυν ἔσται καὶ πέρας τοῦ κακοῦ; εἰ γὰρ ὁ ἀδικηθεὶς ἀμύνεται, ἀεὶ μεταβαίνει τὸ κακὸν ἀπʼ ἄλλου πρὸς ἄλλον καὶ μεταπηδᾷ, καὶ διαδέξεται ἀδικία ἀδικίαν. ᾯ γὰρ δικαίῳ συγχωρεῖς τῷ παθόντι ἐπεξεῖναι, τῷ αὐτῷ τούτῳ δικαίῳ ἐπαναχωρεῖ αὖθις ἀπʼ ἐκείνου πρὸς τὸν αὐτὸν ἡ τιμωρία· τὸ γὰρ δίκαιον ἐπʼ ἀμφοῖν [*](63b) ἴσον.

Ὦ Ζεῦ, καὶ οἷον πεποίηκας; δικαιοσύνην ἐξ ἀδικημάτων; καὶ ποῖ βαδιεῖται τὸ κακόν; καὶ ποῦ

στήσεται; Οὐκ οἶσθα, ὅτι πηγὴν ταύτην ἀέναον κινεῖς πονηρίας, καὶ γράφεις νόμον ἀρχέκακον τῇ πάσῃ γῇ; Τοῦτο γὰρ ἀμέλει ἐστὶν τὸ τῶν πάλαι κακῶν τοῖς ἀνθρώποις ἡγησάμενον, στόλων βαρβαρικῶν καὶ Ἑλληνικῶν ἐπʼ ἀλλήλους περαιουμένων, ἁρπαζόντων, καὶ πολεμούντων, καὶ ληϊζομένων, προκάλυμμα ποιουμένων τῆς παρούσης ἀδικίας τὴν φθήσασαν.

Φοίνικες ἐξ Ἄργους βασιλικὴν κόρην ἄγουσιν, Ἕλληνες ἐκ Κόλχων βαρβαρικὴν παρθένον ἄγουσιν, καὶ αὖθις Φρύγες ἐκ Πελοποννήσου Λακωνικὴν γυναῖκα.