Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ἥξει τοίνυν ὁ σύμπας λόγος εἴς τι δέον. Ὁ μὲν γὰρ ἀγαθὸς οὔτε ἀδικεῖ, οὔτε ἀδικεῖται· οὐκ ἀδικεῖ μὲν διὰ τὴν βούλησιν, οὐκ ἀδικεῖται δὲ διὰ τὴν ἀρετήν. δὲ μοχθηρὸς ἀδικεῖ μέν, οὐκ ἀδικεῖται δέ· ἀδικεῖ μὲν διὰ μοχθηρίαν, οὐκ ἀδικεῖται δέ, δι᾿ ἀπουσίαν ἀγαθοῦ.

Ἔτι τοίνυν, εἰ μὲν ἀγαθὸν ἡ ἀρετὴ μό|νον καὶ οὐκ ἄλλό τι, ὁ μοχθηρὸς τὴν [*](63a) ἀρετὴν οὐκ ἔχων οὐδ᾿ εἰς ὅ,τι ἀδικηθῇ ἔχει·

εἰ δὲ πρὸς τῇ ἀρετῇ καὶ ταυτὶ ἀγαθὰ τὰ περὶ σῶμα, καὶ [*](Ed. Duebn. p. 72)τὴν ἐκτὸς τύχην καὶ περιβολήν, ἀρετῆς μὴ παρού||σης, βέλτιον ἀπεῖναι ταῦτα, ἢ μή· ὥστε οὐδ᾿ ὣς ἀδικηθείη ἂν ὁ μοχθηρός, ἀφαιρούμενός τι τούτων, οἷς χρῆται κακῶς.

Οὐκοῦν ἀδικεῖ μέν, οὐκ ἀδικεῖται δέ, προστιθέντων ἡμῖν τῇ βουλήσει τὸ ἄδικον, οὐ τῷ ἔργῳ.