Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Νῦν δὲ δὴ τίς γένωμαι, περὶ θεοῦ λέγων; ποῖον κάλλος ῥημάτων περιβαλλόμενος, ἢ ποῖον φῶς ἐξ ὀνομάτων σαφεστάτων πορισάμενος, ἢ τίνα ἁρμονίαν ᾠδῆς ἐκλόγου ἁρμοσάμενος, δείξαιμι ἂν ἐμαυτῷ

καὶ ἄλλῳ τὸ νῦν ζητούμενον; Ὁπότε γὰρ οὐδὲ ὁ εὐφωνότατος τῶν ὄντων Πλάτων, εἰ καὶ πρὸς Ὅμηρον παραβάλλειν ἐθέλοις, οὔπω καὶ νῦν ἀξιόχρεως πιστεύεσθαι περὶ θεοῦ λέγων, ἀλλʼ ἑτέρωθέν τι πυθέσθαι ποθεῖς τὴν Πλάτωνος δόξαν, σχολῇ γʼ ἄν τις ἐπιτολμήσαι τῷ λόγῳ, νοῦν καὶ βραχὺν ἔχων·

πλὴν εἰ μὴ καὶ ἀνδρὶ [*](Ed. Duebn. p. 65)διψῶντι ποταμοῦ παρόντος || καθαροῦ καὶ πολλοῦ, [*](ΛΕ΄)ἰδεῖν ἡδίστου, καὶ πιεῖν προσηνεστάτου, | καὶ θρέψαι [*](57a) γονιμωτάτου, ἄλλοθέν ποθεν ἐκ πηγῆς ἀσθενοῦς καὶ ἧττον τὰ αὐτὰ ἀγαθῆς ἀρυσάμενοι κομίζοιμεν τῷ διψῶντι ἀναγκαῖον ποτόν. Ὁποῖον φασὶ τὴν γλαῦκα πάσχειν, πρὸς μὲν τὸν ἥλιον ἀμαυρουμένην, θηρεύουσαν δὲ ἐν νυκτὶ ἔκπυρον φῶς·

εἰ γάρ τις ἐς τὰς [*](2 ῥημάτων . . ὀνομάτων cf. Plat. Theaet. 168 b symp. 198 h τοῦ κάλλους τῶν ὀνομάτων καὶ ῥημάτων || 6. 7 εἰ πρὸς Ὅμηρον παραβάλλειν ἐθέλοις quod fecit or. 26. 7 a sq.) [*](11 ποταμοῦ — 13 γονιμωτάτου et 16 πρὸς μὲν — 17 φῶς in Paccianae versionis (σ 2) exemplari Bonnensi inter lineas a vetere libri possessore e mscr. quodam adscripta || 17 εἰ — p.129.16 χρυσῷ p (omissis tamen p. 129. 6 νῦν — 11 πυρί)) [*](1 ἀμφισβητήσιμος α(δ) || 2 περιβαλόμενος α(δ∠) || 3 ὀμμά- των PSOMNα Heinsianae (praeter Lariotianam) || 4 ἐκ λόγου Bα(θ) ἢ λόγου Heins. || 5 οὐδὲ om. suprascr. R! || 6 Πλάτωνικαὶ R || 7 ἐθέλος (suprascr. ι) R! || 8 τι] τις H (man. sec.) Steph. (δ∠) | πυθέσθαι] πιστοῦσθαι Schott. | ποθεῖς Hob. ποθεῖ codd (δ∠) || 9 σχολή R! || 10 νοῦν καὶ βραχὺν RHP(∠) νοῦν βραχὺν cett. (δ) || 12 〈καὶ〉 ἰδεῖν α(δ) et inter lineas σ2 | πινεῖν ∠° || 14 τῷ δι- ψῶντι del. Reiske || 17 ἔκπυρον suspectat Reiske)

129
Πλάτωνος φωνὰς ἐμπεσὼν ἑτέρων δεῖται λόγων, καὶ εἴ τω ἐκεῖθεν φῶς ἀμαυρὸν δοκεῖ καὶ ἥκιστα μετέχον αὐγῆς σαφοῦς, οὗτος οὐδʼ ἂν τὸν ἥλιον ἴδοι ἀνίσχοντα, οὐδὲ τὴν σελήνην λαμπρυνομένην, οὐδὲ τὸν Ἕσπερον καταδυόμενον, οὐδὲ τὸν Ἑωσφόρον φθάνοντα.

Ἔχε ἀτρέμας· νῦν γάρ τοι ἠρέμα ἐννοῶ, οἷον ἂν εἴη τὸ πάθος τοῦ τοιοῦδε λόγου· αὐτὸ ἐκεῖνο, οἷον τὸ τῶν μεταλλέων· οὗτοι γάρ που κόπτοντες τὴν γῆν, ὀρύσσοντες τὸν χρυσόν, οὐχ ἱκανοὶ διαγιγνώσκειν τὴν τοῦ χρυσοῦ φύσιν, ἀλλὰ ἐστὶν ἔργον βασανίζον τὸν χρυσὸν ἐν πυρί.

Εἰκάζω δὴ τὴν μὲν πρώτην ὁμιλίαν τῶν Πλάτωνος λόγων μετάλλῳ τινὶ ἀτεχνῶς χρυσοῦ· τὸ δὲ ἐπὶ τούτῳ ἑτέρας δεῖται τέχνης, ἣ τὸ ληφθὲν δοκιμάζουσα, καὶ ἐκκαθαίρουσα λόγῳ, οὐ πυρί, χρῆσθαι ἤδη δύναται ἀκηράτῳ καὶ βεβασανισμένῳ τῷ χρυσῷ.

Εἰ τοίνυν δήλη μὲν ἡ μεταλλεία τοῦ ἀληθοῦς καὶ μεγαλόδωρος καὶ ἄφθονος, δεῖ δὲ ἡμῖν τέχνης ἑτέρας πρὸς βάσανον τοῦ ληφθέντος· φέρε παρακαλῶμεν τὴν τέχνην ταύτην ξυνεπιλαβέσθαι ἡμῖν τοῦ παρόντος λόγου, τί ποτέ ἐστι τὸ θεῖον κατὰ Πλάτωνα σκοπουμένοις.

[*](6 ἔχε sq. ut or. 34. 1 c ἔχε δὴ αὐτόθι sq. al. || 7. 8 οἷον τὸ τῶν μεταλλέων vi. simil. or 29. 5 b || 14 πυρί vi. or. 14 3 a)[*](2 ἐκεῖθεν τὸ φῶς MPSOα(δ) τὸ ἐκεῖθεν φῶς Steph. (Δ) || 6 ἔχε (lineola horizontali (??) alterius ε in vertrcalem producta, ita ut videretur ει; minime vero ligatura ?? (═ ει) intelliggenda) R (unde ἔχει p) ἔχʼ cett. (δ Δ) ἔχειν (ἀτρέμας) Schenkl (tragi- cam φράσιν eam esse censens) || 8 κόπτοντες (κο in ras.) R! || 10 βασανιζόντων τὸν φα(θ) || 11 δὴ] δʼ οὖν p || 13 τούτων BN | δεῖται (αι in ras.) R! || 14 ὡς (pro οὐ) πυρὶ φα(θ) || 15 καὶ τῷ βεβασανισμένῳ MPO || 19 ἡμῖν (μ in ras.) R! | 〈ἐπὶ〉 τοῦ παρόντος Heins.)
130

Εἰ οὖν ἔροιτο ἡμᾶς ἡ τέχνη φωνῇ φωνὴν λαβοῦσα, πότερα τοίνυν οὐχ ἡγούμενοι αὐτοί τι εἶναι θεῖον ἐν τῇ φύσει, οὐδὲ ἔχοντες καθάπαξ ἔννοιαν θεοῦ, ἀμφισβητοῦμεν, ἢ περὶ Πλάτωνος, αὐτοί τινας ἔχοντες οἰκείας δόξας, ἕτεῤ ἄττα ἡγού|μεθα παρὰ ταύτας δοξάζειν [*](57b) ἐκεῖνον, κᾆτα ὑμῶν φασκόντων ἔχειν, ἀξιώσει ἀποκρίνασθαι ὁποῖόν τινα ἡγούμεθα εἶναι τὸν θεόν, τί τοίνυν, ὅταν ἀποκρινοίμεθα, ὅτι ἐστὶν ὁ θεὸς (τ 246) γυρὸς ἐν ὤμοιιν, μελάγχροος, οὐλοκάρηνος;