Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Καὶ ὥσπερ τὰ εὐκίνητα τῶν σωμάτων τοῦ χείρω προάγοντος δεῖται, καὶ παραλαβόντα τὴν ἐξ ἐκείνου ἀρχὴν φυλάττει ἐπὶ πολὺ τὴν κίνησιν· οὕτω καὶ ὁ νοῦς ἐπιλαβόμενος πρὸς μνήμην βραχείας ἀρχῆς, ἣν ἡ αἴσθησις αὐτῷ ὀρέγει, ἐπὶ πολλὰ χωρεῖ προιὼν κατὰ ἀνάμνησιν.

Ἕκαστον γάρ, οἶμαι, τῶν ὄντων ἢ γεγονότων, οἷς ἡ [*](10 λύραν ἰδὼν sq. e Plat. Phaed. 73 d vi. etiam or. 2.10 b || 14 οὕτω sq. vi or. 6. 2 a et quae ibi adnotavi cf. etiam lulian.) [*](17 ἕκαστον] in mge infer. fol. 55 a (vet. schol. b) R!: τῶν οἷς ἡ ψυχὴ ἐνέτυχεν ἀκολουθίαν ἔχει ἢκατὰ χρόνον ἢ κατὰ πάθος ἢ κατὰ τόπον ἢ κατὰ νόμον ἢ κατὰ δύναμιν ἢ τιμῇ ὡς ἡμέρα καὶ ὡς κάλλει ἔ- ὡς ἐκτοῦδε τοῦ ὡς ἀπὸ τοῦδε ὡς ταῖς δεήσεσιν νύξ ρως τόπου τόνδε τόνδε ἄρχειν αἱ ἐπιτεύξεις) [*](1 ᾄδει (in ras. ex αἴδει unde ἄ δει (═ ᾄδει) factum) R! τῶν Φαιάκων BMN α (δ) || 2 Ὀδυσσῆος (ση in ras.) R! || 4 ἐπι- λαβομένην Reiske | τὴν ψυχὴν Reiske || 7 γίγνεσθαι 〈μετεω- ρισθεῖσαν ὑπὸ〉 τῆς Reiske κινεῖσθαι τῆς Markl. | μνήμης (νημ in ras.) R! | ἐκεῖ ἐν Ἰλίῳ ante τῆς μνήμης α(θ) | ἀναπεμπαζό- μενον MN ἀναπεμπαζομένης φα(δ∠) corr. Dav.2 Reiske ἀναπλα- ζομένην HB (-μένης) || 12 τοῦ χείρω Hob. τοῦ χείρου RM τοῦ χειραγωγοῦντος Νφα(δ) τοῦ χειρὶ BH(∠) αὐτοχειρὶ Schenkl )

123
ψυχὴ ἐνέτυχεν, ἀκολουθίαν ἔχει, ἢ κατὰ χρόνον, ὡς ἐπὶ ἡμέρᾳ νύξ, καὶ ἐπὶ νεότητι γῆρας, καὶ ἐπὶ χειμῶνι [*](55b)ἔαρ· ἢ κατὰ πάθος, ὡς κάλλει | ἔρως ἐπιγίνεται, καὶ

προπηλακισμῷ ὀργή, καὶ ἡδονὴ εὐτυχίαις, καὶ λύπη συμφοραῖς· ἢ κατὰ τόπον, (B 582) Φᾶρίν τε, Σπάρτην τέ, πολυτρήρωνά τε Θίσβην·

ἢ κατα νόμον, (B 494/5) Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ἦρχον, Ἀρκεσίλαός τε, Προθοήνωρ τέ, Κλόνιός τε·

ἢ κατὰ δύναμιν, (H 179/8Ο) Ζεῦ πάτερ, ἢ Αἴαντα λαχεῖν, ἢ Τυδέος υἱόν, ἢ αὐτὸν βασιλῆα πολυχρύσοιο Μυκήνης.

Ἅτε οὖν ἐν προθύροις τῆς ψυχῆς αἱ αἰσθήσεις ἱδρυμέναι, ἐπειδάν τινος ἐφάψωνται ἀρχῆς, καὶ παραδῶσιν τῷ νῷ, ἐπιλαβόμενος ταύτης, διορᾷ τὰ λοιπά, καὶ διεξέρχεται ἐπὶ τὰ ἀκόλουθα, χρόνῳ, ἢ φύσει, νόμῳ, ἢ τόπῳ, ἢ τιμῇ, ἢ δυνάμει.