Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

τὸν δὲ λόγον αὐτόν, τὸν στρατηγὸν ὄντα, ἢ βασιλέα ἢ ὅ, τι περ ὀνομάζων χαίρεις, ἐπιόντα τοῦτον ἕκαστον καὶ ἐπεγείροντα καὶ συντάττοντα.

Κάλει δὲ τὸν μὲν ὕπνον λήθην, τὴν δὲ ἀνάστασιν αὐτῶν ἀνάμνησιν, μνήμην δὲ τὴν φυλακὴν καὶ τὴν σωτηρίαν τῶν συνταχθέντων.

Γίγνεται δὲ ἡ ἀνάμνησις, κατὰ βραχὺ ἕτερον ἐξ ἑτέρου θηρευούσης τῆς ψυχῆς, καὶ χειραγωγουμένης ὑπὸ τοῦ παρόντος ἐπὶ τὸ μέλλον· ὁποῖον ἀμέλει περὶ τὰς τῶν δεῦρο πραγμάτων ἀναμνήσεις γίγνεται.

[*](4 ἱππῆας μὲν πρῶτα sq. quibus versibus Homerum ‘tacti- cam’ artem docuisse voluerunt cf. Ps. Plut. vit. Hom. 192. vi. etiam or. 18. 8 a || 11 τὸν δὲ λόγον . . στρατηγὸν ὄντα simil. τὴν ψυχὴν στρατηγὸν dicit or. 40. 5 a || 14 ὕπνον cf. Albin. 14 ἐγεί- ρων αὐτὴν ὡσπερ ἐκ κάρου τινὸς (═ ‘βαθέος ὕπνου’) vi. etiam supra § III b | λήθην quam ἐλάβομεν ἐνσωματωθέντες cf. Albin. 25 || 16 γίγνεται δὲ ἡ ἀνάμνησις sq. cf. Plat. Men. 81 d)[*](2 ὕπνος om. ΜΝ α (δ) | ἔσχεν ΜΝΒ α (δ) || 3 ἐξανιστὰς (ισ in ras.) R! ||4 σὺν — 5 πολέας τε om. ΜΝ φα (δ) || 5 ἐξόπιθε στῆσεν Δ cum Homero || 7 ἕρκος (ος in ras.) R! || 8 ἔλασεν B || 11 τὸν (ante στρατηγὸν) om. α(δ) del. Reiske || 12 τούτων α(δ Δ) || 14 ὕπνον αὐτὸν λήθην Ϛ(δ) unde ὕπνον αὐτῶν λήθην Markl. 16 καταβραχύ Μ || 18 μέλλον (ελ in ras.) R!)
122

Ἄιδει ὁ Δημόδοκος ἐν τῇ Φαιάκων δαιτί (θ 75) νεῖκος Ὀδυσσῆος καὶ Πηλείδεω Ἀχιλῆος· Ὀδυσσεὺς παρών, ἀκούων τῆς ᾠδῆς, γνωρίσας δακρύει.

[*]( Ed. Duebn. p. 63)

Ἆῤ οὖν οὐκ εἰκός, ἐπιλαβομένης αὐτῷ τῆς ψυχῆς τοιαύτης ἀρχῆς, ὁδεύειν ἐπὶ τὰ ἐκεῖ ἔργα, καὶ τὸ μὲν σῶμα αὐτῷ συμπίνειν τοῖς Φαίαξιν, αὐτοῦ μένον· τὴν δὲ ψυχὴν γίγνεσθαι τῆς μνήμης ἐκεῖ ἐν Ἰλίῳ, ἀναπεμπαζομένην ἕκαστον ὧν εἶδεν τέως, καὶ ἰοῦσαν ἐπὶ πολλὰ

ῶν ἑαυτῆς θεαμάτων, ἀπὸ μικρᾶς ἀρχῆς; Ἤδη τὶς καὶ λύραν ἰδὼν ἐμνήσθη τῶν παιδικῶν τῶν χρησαμένων τῇ λύρᾳ· κοῦφον γάρ τι χρῆμα ἀνάμνησις καὶ εὔκολον.